Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
celidonia | khelidónion méga χελιδόνιον μέγα |
Chelidonium majus L. |
2.180 |
fol. fol.
τθ (309)
Texto provisional
περὶ χελιδονίου· χελιδόνιον μέγα [οἱ δὲ Παιονία, οἱ δὲ κραταιά,
fol. fol.
οἱ δὲ βραχύβιος, οἱ δὲ γλαύκιος, οἱ δὲ Πανδίο<νο>ς ῥίζα, οἱ δὲ Φιλομήλειον, οἱ δὲ ὀθόννιον, Ῥωμαῖοι φάβρου<μ>, οἱ δὲ πίου<μ>] οἱ δὲ ὀθόνναν καλοῦσιν, οἱ δὲ κρίνον. καυλὸν ἔχει πηχυαῖον ἢ καὶ μείζονα, ἰσχνόν, ἔχοντα παραφυάδας φύλλων μεστάς, ὁμοίων βατραχίῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν, καὶ παρ᾽ ἕκαστον φύλλον ἄνθος ὥσπερ τοῦ λευκοίου· χυλὸς δὲ κροκώδης, δριμύς, δηκτικὸς ποσῶς καὶ ὑπόπικρος καὶ δυσώδης· ῥίζα ἄνωθεν μέν ἐστι μία, κάτωθεν δὲ πλείονες. καρπὸς δ᾽ ὥσπερ τῆς κερατίτιδος μήκωνος λεπτός, μακρὸς ὡς κῶνος, ἐν ᾧ σπερμάτια μείζονα μήκωνος. {2} ταύτης ὁ χυλὸς μιγεὶς μέλιτι καὶ ἑψηθεὶς ἐν χαλκῷ <ἀγγείῳ> ἐπ᾽ ἄνθρακος ἁρμόζει πρὸς ὀξυωπίαν· χυλίζεται δὲ καὶ ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἀρχομένου θέρους καὶ ξηραίνεται ἐν σκιᾷ καὶ ἀναπλάσσεται. ἡ δὲ ῥίζα πινομένη σὺν ἀνήσσῳ καὶ οἴνῳ λευκῷ ἰκτερικοὺς θεραπεύει, καὶ ἕρπητας καταπλασσομένη σὺν οἴνῳ, καὶ ὀδονταλγίας δὲ παύει διαμασωμένη. δοκεῖ δὲ κατωνομάσθαι χελιδόνιον, ἐπειδήπερ ἅμα ταῖς χελιδόσι <φαινομέναις> φύεται, ληγούσαις δὲ συμπαρακμάζει. τινὲς δὲ προσιστόρησαν ὅτι, ἐάν τις τυφλωθῇ τῶν τῆς χελιδόνος νεοσσῶν, αἱ μητέρες προσφέρουσαι τὴν πόαν ἰῶνται τὴν πήρωσιν αὐτοῦ.