Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mirabeles | khrysánthemon χρυσάνθεμον |
Chrysanthemum coronarium L. |
4.58RV |
φκθ (529)
Texto provisional
[χρυσάνθεμον ἢ χάλκας· οἱ δὲ χρυσανθεμίδα, οἱ δὲ χαλκῖτιν, οἱ δὲ χάλκανθον, οἱ δὲ χαλκάνθεμον, οἱ δὲ βούφθαλμον, Ῥωμαῖοι κάλθα, Θοῦσκοι γαρουλέου, Ἄφροι χουρζητά. τρυφερά τις πόα, θαμνοειδὴς δέ, λείους ἀναφέρουσα καυλοὺς καὶ φύλλα πολυσχιδῆ, ἄνθη μήλινα, ἰσχυρῶς στίλβοντα καὶ ὀφθαλμοειδῶς κυκλοτερῆ, διὸ καὶ οὕτως ὠνόμασται. φύεται δὲ περὶ τὰς πόλεις· οἱ καυλοὶ δὲ αὐτῆς λαχανεύονται. τὰ δὲ ἄνθη λεῖα μετὰ κηρωτῆς στεατώματα λέγεται διαφορεῖν, ἰκτερικοὺς δὲ καὶ προσκαίρως εὐχροεῖν ποιεῖ ποθεῖσα μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπὸ τῆς μάκτρας ἔξοδον.]