Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
centaura mayor | kentaúrion méga (kentaúreion méga) κενταύριον μέγα (κενταύρειον μέγα) |
Centaurea centaurium L. |
3.6 |
τκα (321)
Texto provisional
κενταύρειον τὸ μέγα· οἱ δὲ νάρκην [καλοῦσιν, οἱ δὲ λιμνήσιον, οἱ δὲ Μαρώνιον, οἱ δὲ Πελεθρονιάς, οἱ δὲ χειρωνιάς, οἱ δὲ λίμνηστις, προφῆται αἷμα Ἡρακλέους, Ῥωμαῖοι φέλ τέρραι, οἱ δὲ οὐ<ερ>νίφερα.] φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρὰ ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων· καυλὸν δὲ ἔχει ὡς λάπαθον, δίπηχυν ἢ καὶ τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφ᾽ ὧν κεφαλαὶ ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῷ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δὲ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώδεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος, ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός. {2} φιλεῖ δὲ λιπαρὰν γῆν, εὐήλιον, δρυμοὺς καὶ γεώλοφα· πλεονάζει δὲ ἐν Λυκίᾳ καὶ ἐντὸς τῆς Πελοποννήσου ἐν ῎Ηλιδι καὶ Ἀρκαδίᾳ καὶ Μεσσηνίᾳ καὶ περὶ Φολόην καὶ Λύκαιον καὶ Κυλλήνην. ἁρμόζει δὲ ἡ ῥίζα ῥήγμασι, σπάσμασι, πλευριτικοῖς, δυσ-
πνοίᾳ, βηχὶ παλαιᾷ, αἱμοπτυϊκοῖς, ἀπυρέτοις μὲν μετ᾽ οἴνου, πυρέσσουσι δὲ μεθ᾽ ὕδατος δραχμῶν δυεῖν πλῆθος τῆς ῥίζης διδόμενον καὶ πρὸς στρόφους ὁμοίως καὶ ὑστέρας ἀλγήματα. 3.6.3 ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα εἰς σχῆμα κολλυρίου ξυσθεῖσα καὶ προστεθεῖσα τῇ ὑστέρᾳ· ὁ δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ καὶ τραυματική, ὑγρὰ μὲν κοπεῖσα, ξηρὰ δὲ προβραχεῖσα καὶ οὕτως κοπεῖσα· συνάγει γὰρ καὶ κολλᾷ, καὶ τὰ ἑψόμενα δὲ κρέα συνάγει, ἐάν τις αὐτὴν κόψας συνεψήσῃ. οἱ δὲ ἐν Λυκίᾳ χυλίζοντες χρῶνται αὐτῷ ἀντὶ λυκίου.