Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pepinillo del diablo | síkys ágrios σίκυς ἄγριος |
Ecballium elaterium (L.) A. Richard |
4.150 |
χκε (625)
Texto provisional
σίκυς ἄγριος· [οἱ δὲ ἐλατήριον, οἱ δὲ γρυνόν, οἱ δὲ βαλ<αν>ίς, οἱ δὲ σύγκρισις, οἱ δὲ βουβάλιον, οἱ δὲ σκορπίον,] οἱ δὲ φέρομβρον, [οἱ δὲ πευκέδανον, οἱ δὲ νότιον, Ῥωμαῖοι ἀγγουίνουμ, οἱ δὲ κουκούμερε<μ> ῥούστικουμ, οἱ δὲ ἀγρέστεμ, Ἄφροι κουσσιμεζάρ.] τῷ καρπῷ μόνον διαφέρει τοῦ ἡμέρου, ἐλάσσονα πολλῷ καὶ βαλάνοις ἐπιμήκεσιν ἐοικότα ἔχων, τὰ δὲ φύλλα καὶ τὰ κλήματα τῷ ἡμέρῳ ὅμοια, ῥίζαν λευκήν, μεγάλην. φύεται ἐν οἰκοπέδοις καὶ ἀμμώδεσι τόποις· ὅλος δὲ ὁ θάμνος πικρός. ἁρμόζει δὲ ὁ τῶν φύλλων χυλὸς ἐνσταζόμενος ὠταλγίαις. ἡ δὲ ῥίζα καταπλασθεῖσα μετὰ ἀλφίτου πᾶν οἴδημα παλαιὸν διαφορεῖ, μετὰ ῥητίνης δὲ τερεβινθίνης ἐπιτεθεῖσα φύματα ῥήσσει, μετ᾽ ὄξους δὲ ἑψηθεῖσα καὶ καταπλασθεῖσα ποδάγρας ὠφελεῖ· καὶ ἰσχιάδων δέ ἐστιν ἔγκλυσμα καὶ ὀδονταλγίας διά κλυσμα τὸ ἀφέψημα· {2} ξηρὰ δὲ λεία ἀλφούς, λέπρας, λειχῆνας σμήχει καὶ οὐλὰς μελαίνας καὶ σπίλους τοὺς ἐν προσώπῳ ἀποκαθαίρει. καὶ ὁ χυλὸς δὲ τῆς ῥίζης πλῆθος τριῶν ἡμιωβολίων τὸ ἐλάχιστον καὶ ὁ φλοιὸς δὲ ὅσον τέταρτον ὀξυβάφου καθαίρει φλέγμα καὶ χολήν, καὶ μάλιστα ἐπὶ ὑδρωπικῶν δίχα τοῦ τὸν στόμαχον ἀδικεῖν· δεῖ δὲ τῆς ῥίζης λαβόντα ἡμίλιτρον μετὰ δυεῖν ξεστῶν οἴνου, μάλιστα <δὲ> ῥητινίτου, λεαίνειν καὶ διδόναι ἐκ τούτου κυάθους τρεῖς <νήστεσιν ἐπὶ ἡμέρας τρεῖς>, ἕως ἂν ὁ ὄγκος ἱκανῶς συσταλῇ.