Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lino | línon λίνον |
Linum usitatissimum L. |
2.103 |
fol. fol.
σλβ (232)
περὶ λίνου· λίνον· [οἱ δὲ λινοκάλαμις, οἱ δὲ αὔνον [1], οἱ δὲ λινάγριον [2], ῥωμαῖοι λίνο-
μυρουμ [3], οἱ δὲ λίνουμ ἀγρέστεμ, ἄφροι ζεραφοῖς τε γνώριμον [4]·] δύναμιν δὲ ἔχει
fol. fol.
τὸ σπέρμα τὴν αὔτὴν [5] τῇ τήλει, διαφοροῦν καὶ μαλάσσον πᾶσαν φλεγμονὴν ἐντός τε καὶ ἐκτὸς σὺν μέ-
λιτι καὶ ἐλαίῳ καὶ ὕδατι ὀλίγῳ ἑψηθὲν ἢ ἑφθῷ μέλιτι ἀναλημφθέν [6]. αἴρει δὲ καὶ ἐφή-
λεις [ὠμὸν] καὶ ἰόνθους καταπλασθὲν σὺν νίτρῳ καὶ συκίνῃ κονίᾳ καὶ παρωτίδας [7] καὶ σκληρίας
διαφορεῖ, ἕρπητάς τε σὺν οἴνῳ ἑψηθὲν καὶ κηρία ἐκκαθαίρει, ὄνυχάς τε λεπροὺς ἀφίστησι σὺν
καρδάμῳ ἴσῳ καὶ μέλιτι· ἀνάγει [δὲ] καὶ τὰ ἐκ θώρακος σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ λημφθὲν καὶ
βῆχας παρηγορεῖ. παρορμᾷ [8] δὲ καὶ πρὸς ἀφροδήσια [9] ληφθὲν [10] μέλιτι καὶ πεπέρει ἀντὶ κο-
πτῆς πολὺ λαμβανόμενον· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ ἐνίεται πρὸς ἐντέρων καὶ ὑστέρας
δηγμοὺς καὶ ἐκκομιδὴν περιττωμάτων, καὶ <πρὸς> φλεγμονὰς τὰς ἐν μήτρᾳ εἰς ἐγκάθισμα, ὥσπερ
τὸ τῆς τήλεως, εὐχρηστεῖ.