Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ajonjera | khamailéōn leukós χαμαιλέων λευκός |
Atractylis gummifera L. |
3.8 |
τκγ (323)
Texto provisional
χαμαιλέων λευκός, [οἱ δὲ χρυσίσκηπτρον, οἱ δὲ ἰξίαν, Ῥωμαῖοι κάρδους οὐαριάνους, οἱ δὲ σπίνεα κάρδους, οἱ δὲ λάκτεα κάρδους, Αἰγύπτιοι ἐφθήρ, οἱ δὲ ἐφεοσεχίν.] ὃν ἔνιοι ἰξίαν καλοῦσι διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης αὐτῷ αἱ γυναῖκες χρῶνται. ἔχει φύλλα ὅμοια σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα μέντοι καὶ ὀξύτερα καὶ ἰσχυρότερα τοῦ μέλανος· καυλὸν δ᾽ οὐκ ἔχει, ἀλλὰ ἀφίησιν ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ, ἄνθη δὲ πορφυροειδῆ, ὥσπερ τρίχας ἐκπαππουμένας, καρπὸν δὲ κνήκῳ παραπλήσιον, ῥίζαν ἐν μὲν τοῖς εὐγείοις γεωλόφοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνοτέραν, λευκὴν διὰ βάθους, ὑπαρωματίζουσαν, 3.8.2 βαρύοσμον, γλυκεῖαν, ἥτις ποθεῖσα ἄγει ἕλμιν πλατεῖαν. ὅσον δὲ ὀξυβάφου πλῆθος λαμβάνεται ἐν οἴνῳ αὐστηρῷ μετὰ ὀριγάνου ἀποζέματος· καὶ ὑδρωπικοῖς δὲ ἐπιτηδείως δίδοται ὁλκὴ σὺν οἴνῳ ποθεῖσα—ἰσχναίνει γὰρ αὐτούς—καὶ πρὸς δυσουρίαν τὸ ἀφέψημα αὐτῆς πίνεται. ἔστι δὲ καὶ θηριακὴ σὺν οἴνῳ ποθεῖσα, ἀποκτείνει καὶ κύνας καὶ ὗς καὶ μύας σὺν ἀλφίτῳ πεφυραμένη καὶ ὑδρελαίῳ διεθεῖσα.