Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cardo blanco | ákantha leukē ἄκανθα λευκή |
Picnomon acarna (L.) Cass. |
3.12 |
τκζ (327)
Texto provisional
ἄκανθα λευκή· [οἱ δὲ ἀγριοκινάραν, οἱ δὲ δονακῖτις, οἱ δὲ ἐρυσίσκηπτρον, Ῥωμαῖοι σπίνα ἄλβα, οἱ δὲ ῥήγια, οἱ δὲ κάρδους ῥαμπτάρια.] φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τόποις, φύλλα ἔχουσα χαμαιλέοντι ἐμφερῆ λευκῷ, στενότερα δὲ καὶ λευκότερα, ὑποδασέα καὶ ἀκανθώδη, καυλὸν ὑπὲρ δύο πήχεις, δακτύλου τοῦ μεγάλου ἢ καὶ μεῖζον πάχος, ὑπόλευκον, κενόν· ἐπ᾽ ἄκρου δὲ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάσσων καὶ ὑπομήκης, ἄνθη πορφυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτερον δέ. {2} ταύτης ἡ ῥίζα πινομένη ποιεῖ πρὸς αἱμοπτυϊκούς, στομαχικούς, κοιλιακοὺς οὖρά τε κινεῖ καταπλάσσεταί τε πρὸς οἰδήματα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς πρὸς ὀδονταλγίας ποιεῖ διακλυζόμενον, τὸ δὲ σπέρμα πινόμενον παιδίοις σπωμένοις βοηθεῖ καὶ ἑρπετοδήκτοις. φασὶ δ᾽ ὅτι περίαπτον ἐξ αὐτοῦ θηρία διώκει.