Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
camomila | anthemís ἀνθεμίς |
Matricaria chamomilla L. |
3.137 |
fol. fol.
υνγ (453)
Texto provisional
<περὶ ἀνθεμίδος·>
ἀνθεμίς· οἱ δὲ λευκάνθεμον, οἱ δὲ ἠράνθεμον, ἐπεὶ ἔαρος ἀνθεῖ, οἱ δὲ χαμαίμηλον
fol. fol.
διὰ τὴν πρὸς τὰ μῆλα ὁμοιότητα τῆς ὀσμῆς, οἱ δὲ μηλάνθεμον, οἱ δὲ χρυσοκαλλίαν, οἱ δὲ καλλίαν καλοῦσι. [Ῥωμαῖοι μάλιουμ, Ἄφροι ἀστιρτιφρό.] ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα· κλῶνες σπιθαμιαῖοι, θαμνοειδεῖς, μασχάλας ἔχοντες πολλάς, φυλλάρια μικρά, λεπτά, κεφάλια περιφερῆ, ἔνδοθεν μὲν λευκὸν καὶ χρυσίζον ἀνθύλλιον ἔχοντα, ἔξωθεν δὲ περίκειται κυκλοτερῶς λευκὰ ἢ μήλινα ἢ πορφυρᾶ <φυλλάρια> κατὰ μέγεθος πηγάνου. φύεται δὲ ἐν τόποις τραχέσι καὶ παρὰ τὰς ὁδούς, συλλέγεται δὲ ἔαρος. {2} δύναμιν δὲ ἔχουσιν αἱ ῥίζαι καὶ τὰ ἄνθη καὶ ἡ βοτάνη θερμαντικήν, λεπτυντικήν· πινόμεναι δὲ καὶ ἐγκαθιζόμεναι ἄγουσι καταμήνια καὶ ἔμβρυα καὶ λίθους καὶ οὖρα· ποτίζονται δὲ καὶ πρὸς ἐμπνευματώσεις καὶ εἰλεούς, καὶ ἴκτερον δὲ ἀποκαθαίρουσι καὶ ἡπατικοὺς ἰῶνται· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν εἰς πυρίας λαμβάνεται τὰς πρὸς κύστιν. πρακτικώτερον δὲ τοῖς λιθιῶσι τὸ πορφυρανθές, ὅπερ τοῖς ὅλοις ἐστὶ μεῖζον, ἰδίως ἠράνθεμον καλούμενον· τὸ λευκάνθεμον δὲ καλούμενον οὐρητικώτερον καὶ τὸ χρυσάνθεμον. θεραπεύουσι δὲ καὶ αἰγιλώπια καταπλασσόμεναι, διαμασώμεναι δὲ καὶ ἄφθας ἰῶνται. {3] χρῶνται δέ τινες καὶ συναλείμματι μετ᾽ ἐλαίου λειοτριβοῦντες αὐτὴν πρὸς ἀνασκευὴν τῶν περιοδικῶν πυρετῶν. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα καὶ τὰ ἄνθη, ἕκαστον αὐτῶν κόπτοντας ἰδίᾳ καὶ ἀναλαμβάνοντας <εἰς> τροχίσκους, τὴν δὲ ῥίζαν ξηραίνοντας· χρείας δὲ ἐπιγενομένης διδόναι ὁτὲ μὲν τοῦ ἄνθους τὸ διπλάσιον, ἓν δὲ τῆς βοτάνης ἢ τῆς ῥίζης, ὁτὲ δὲ τοὐναντίον τοῦ ἄνθους μέρος <ἕν>, τῆς δὲ βοτάνης δύο ἐναλλὰξ διπλασιάζοντας παρ᾽ ἡμέραν· πίνειν δὲ δεῖ ἐν οἰνομέλιτι κεκραμένῳ.