Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cerraja áspera | sónkhos trakhýs σόγχος τραχύς |
Sonchus asper L. Sonchus oleraceus L. |
2.131 |
fol. fol.
σξ (260)
Texto provisional
περὶ σόγχου· σόγχος
[τραχύς· οἱ δὲ κικώριον <ἄρρεν>, Ῥωμαῖοι κικίρβιτα ἄσπρα, Ἄφροι γαθουονίμ.] δύο ἐστὶν εἴδη· τὸ μὲν γάρ ἐστιν ἀγριώτερον καὶ ἀκανθωδέστερον τὸ δὲ τρυφερώτερον καὶ ἐδωδιμώτερον·καυλὸς δὲ γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα δὲ ἔχει ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν. δύναμις δὲ αὐτῶν ἐστι ψυκτική, μετρίως ὑποστύφουσα, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενα ἁρμόζουσιν· ὁ δὲ χυλὸς καταρροφούμενος δηγμοὺς στομάχου παύει καὶ γάλα κατασπᾷ, προστεθεὶς δὲ ἐν ἐρίῳ δακτυλίου καὶ μήτρας φλεγμοναῖς βοηθεῖ. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει. [ὁ δὲ ἕτερος σόγχος ὁ καὶ τρυφερὸς δενδρώδης ἐστὶ καὶ πλατύφυλλος, τὰ δὲ φύλλα διεῖλε τὸν καυλόν,
fol. fol.
κλάδους ἔχοντα· καὶ οὗτος δὲ τὰ αὐτὰ ποιεῖ.]