Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
resina de ciprés | kyparissínē rhētínē κυπαρισσίνη ῥητίνη |
Cupressus sempervirens L. |
1.71.4 |
[1] γίνεται δὲ καὶ κυπαρισσίνη ῥητίνη ὑγρά, ἥτις
ποιεῖ πρὸς τὰ αὐτά. τῆς μέντοι ξηρᾶς ἡ μέν <τίς> ἐστι στροβιλίνη ἡ δὲ ἐλατίνη ἡ δὲ πευκίνη
ἡ δὲ πιτυίνη. ἐκλέγου δὲ <ἐκ> πασῶν τὴν εὐωδεστάτην καὶ διαυγῆ καὶ μὴ <κα>πυρὰν μηδὲ [2]
κάθυγρον, κηροειδῆ δὲ καὶ εὔθρυπτον. διαφέρει δὲ αὐτῶν ἡ πιτυίνη καὶ ἐλατίνη·
εὐώδεις <τε> γάρ εἰσι καὶ λιβανίζουσαι. κομίζονται δὲ διάφοροι ἐκ πιτυούσης τῆς νήσου,
ἥτις κεῖται κατὰ τὴν ἱσπανίαν [3]. ἡ δὲ πευκίνη καὶ στροβιλίνη καὶ κυπαρισσίνη ἐνδεέ-
στεραί <τέ> εἰσι καὶ οὐχ ὁμοίαις κέχρηνται ταῖς δυνάμεσι [ὡς ἐκεῖναι], παραλαμβάνονται δὲ πρὸς
ὅσα καὶ ἐκεῖναι. ἡ μέντοι σχινίνη ἀναλογεῖ τῇ τερμινθίνῃ. {5} καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ
ἐν τετραπλασίονι ἀγγείῳ κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος· δεῖ γὰρ χοῦν μὲν τῆς ῥητί-
νης, δύο δὲ χο<έ>ας ὀμβρίου ὕδατος <ἐμ>βαλόντας εἰς ἀγγεῖον ἕψειν ἐπ᾽ ἀνθράκων πρα<έ>ως,
διηνεκῶς κινοῦντες [4], ἄχρις οὗ ἄνοσμος γένηται καὶ εὔθρυπτος καὶ <κα>πυρά, [καὶ] ὡς <μὴ> τοῖς
δακτύλοις εἴκειν, λοιπὸν δεῖ [5] ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκόνιτον [6] [τουτέστιν ἀ-
πίσσωτον] ἀποτίθεσθαι. γίνεται δὲ ἐξόχως λευκή· δεῖ μέντοι προδιυλίζειν πᾶσαν
ῥητίνην τήκοντα<ς>, ἵνα χωρισθῇ τὸ ῥυπῶδες αὐτῆς. {6} καίονται δὲ καὶ δίχα ὕδατος
ἐπ᾽ ἀνθράκων τὸ πρῶτον κούφως· ὅταν δὲ μέλλωσι συστρέχειν [7], ἀθρόως [καὶ]
πολλοὺς ὑποθετέον τοὺς ἄνθρακας καὶ ἑψητέον ἀδιαλείπτως ἐπὶ ἡμέρας καὶ νύ-
κτας τρεῖς, ἄχρι ἂν τὸ προειρημένον ἰδίωμα ἀπολίπωσιν· ἀποτίθεσο δέ, ὡς εἴ-
ρηται. τὰς μέντοι ξηρὰς ἀρκέσει δι᾽ ὅλης ἡμέρας ἑψήσαντας ἀποτίθεσθαι. εὐχρη-
στοῦσι δὲ αἱ κεκαυμέναι εἴς τε τὰ εὐώδη τῶν μαλαγμάτων καὶ ἄκοπα καὶ εἰς χρω-
ματισμοὺς μύρων. ἐκλαμβάνεται δὲ καὶ λιγνὺς ῥητίνης, ὥσπερ ἐπὶ τοῦ λιβάνου,
ἥτις χρησιμεύει πρός τε καλλιβλέφαρα καὶ περιβεβρωμένους κανθοὺς καὶ μυδῶντα
βλέφαρα καὶ δακρύοντας ὀφθαλμούς. γίνεται δὲ ἐξ αὐτῆς καὶ μέλαν, ᾧ γράφομεν.