Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cálamo aromático | kálamos aromatikós κάλαμος ἀρωματικός |
Acorus calamus L. |
1.18 |
fol. fol.
ιη (18)
περὶ καλάμου ἀρωματίκου· κάλαμος ἀρωματικὸς φύεται μὲν ἐν ἰνδίᾳ, ἔστι δὲ αὐ-
τοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλμοὺς θραυόμενος, γέ-
μων ἀραχνίων τὴν σύριγγα, ὑπόλευκος [1], ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπό-
fol. fol.
δριμυς. δύναται δὲ οὖρα κινεῖν ποθείς, ὅθεν <ἁρμόζει> μετὰ ἀγρώστεως ἢ σελίνου σπέρματος ἀφε-
ψηθεὶς καὶ ποθεὶς ὑδροπικοῖς [2], νεφριτικοῖς, στραγγουριῶσι, ῥήγμασιν. ἄγει δὲ καὶ ἔμμηνα
πινόμενος καὶ προστιθέμενος, βῆχάς τε ἰᾶται ὑποθυμιώμενος καθ᾽ ἑαυτὸν καὶ
σὺν ῥητίνῃ τερεβινθίνῃ τοῦ καπνοῦ διὰ σύριγγος ἑλκομένου τῷ στόματι. ἀφέψε-
ται δὲ καὶ εἰς ἐγκαθίσματα γυναικεῖα [καὶ ἐγκλύσματα]· μείγνυται δὲ καὶ μαλάγμασι καὶ
θυμιάμασι πρὸς εὐωδίαν.