Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ciprés | kypárissos κυπάρισσος |
Cupressus sempervirens L. |
1.74 |
οδ (74)
κυπάρισσος στύφει, ψύχει, ἧς τὰ φύλλα ποθέντα μετὰ γλυκέος καὶ σμύρνης ὀλίγης κύστει ῥευ-
ματιζομένῃ καὶ δυσουρίᾳ βοηθεῖ. τὰ δὲ <χλωρὰ> σφαιρία κοπέντα καὶ σὺν οἴνῳ πινόμενα ἁρμό-
ζει πρὸς αἵματος ἀναγωγὴν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν, ὀρθόπνοιαν, βῆχα<ς>·
καὶ τὸ ἀφέψημα <δὲ> αὐτῶν τὸ αὐτὸ ποιεῖ. μαλάττει δὲ καὶ σκληρίας κοπέντα μετὰ σύκου καὶ
πολύποδας [1] τοὺς ἐν τοῖς μυκτῆρσιν ἰᾶται. {2} ἐκβάλλει δὲ καὶ λεπριῶντας ὄνυχας σὺν ὄξει καθεψη-
θέντα καὶ λειανθέντα μετὰ θέρμων, στέλλει δὲ καὶ ἐντεροκήλας καταπλασθέντα, καὶ τὰ
φύλλα δὲ τὰ αὐτὰ ποιεῖ· δοκεῖ δὲ καὶ κώνωπας διώκειν τὰ σφαιρία μετὰ τῆς κόμης θυ-
μιαθέντα. τὰ δὲ φύλλα λεῖα καταπλαττόμενα τραύματα κολλᾷ, ἔστι δὲ καὶ ἴσχαιμα, σὺν
ὄξει δὲ λειωθέντα τρίχας βάπτει. καταπλάσσεται δὲ καθ᾽ <ἑ>αυτὰ καὶ σὺν ἀλφίτῳ πρὸς ἐ-
ρυσιπέλατα καὶ ἕρπητας <καὶ> ἄνθρακας καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. κηρωτῇ δὲ μιγέν-
τα στόμαχον κρατύνει ἐπιτιθέμενα.