Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sustancias astringentes | styuptēría στυπτηρία |
- | 5.106 |
fol. fol.
ψοϚ (776)
Texto provisional
<περὶ στυπτηρίας> στυπτηρίας δὲ σχεδὸν πᾶν εἶδος
fol. fol.
ἐπὶ τῶν αὐτῶν ἐν τῇ Αἰγύπτῳ μετάλλων εὑρίσκεται· γεννᾶται δὲ καὶ ἐν ἄλλοις τόποις, <ὡς> ἐν Μήλῳ, ἐν Μακεδονίᾳ, ἐν Λιπάραις, Σαρδόνι, Ἱεραπόλει τῆς Φρυγίας, Λιβύῃ, Ἀρμενίᾳ, καὶ ἐν ἄλλοις <δὲ> τόποις πλείοσιν ὥσπερ ἡ μίλτος. ἔστι δ᾽ αὐτῆς εἴδη πλεῖστα, πρὸς δὲ ἰατρικὴν χρῆσιν λαμβάνεται ἡ σχιστή τε καὶ ἡ στρογγύλη καὶ ἡ ὑγρά. {2} ἀρίστη δὲ ὑπάρχει ἡ σχιστή, καὶ ταύτης ἡ πρόσφατος καὶ λευκὴ ἄγαν καὶ βαρύοζος, στύφουσά τε εὐτόνως καὶ ἄλιθος, ἔτι δὲ οὐ πεπιεσμένη βωληδὸν ἢ σχιδακηδόν, ἀλλὰ διεξασμένη κατὰ μονάδας πολιαῖς θριξὶν ἐμφερεῖς, οἵα ἐστὶν ἡ λεγομένη τριχῖτις, γεννωμένη δὲ ἐν Αἰγύπτῳ. εὑρίσκεται δὲ λίθος ἐμφερὴς αὐτῇ ἄγαν, ὃν διακριτέον τῷ τῆς γεύσεως κριτηρίῳ, μὴ στύφοντα. τῆς δὲ στρογγύλης ἡ μὲν χειροποίητος ἀδόκιμος ὑπάρχει, γνωρίζεται δὲ ἐκ τοῦ σχήματος. {3} παραλημπτέα δὲ ἂν εἴη ἡ φυσικῶς στρογγύλη καὶ πομφολυγώδης, ὑπόλευκός τε καὶ στύφουσα ἐρρωμένως, ἔτι δὲ ἐπὶ ποσόν <τι> ὠχρότητος ἅμα καὶ λιπαρίας ἔχουσα· πρὸς δὲ τούτοις ἄλιθός τε καὶ εὐθρυβὴς καὶ γένει Μηλία ἢ Αἰγυπτία. τῆς δὲ ὑγρᾶς τὴν μάλιστα διαφανῆ προκριτέον καὶ γαλακτώδη, ὁμαλήν τε καὶ διόλου χυλώδη, ἔτι δὲ ἄλιθον καὶ πυρῶδες ἀπονέουσαν. {4} δύναμιν δὲ ἔχουσι θερμαντικήν, στυπτικήν, τῶν ἐπισκοτούντων ταῖς κόραις ἀποκαθαρτικήν, τήκουσι δὲ καὶ τὰς ἐπὶ τῶν βλεφάρων σάρκας καὶ τὰ ἄλλα ὑπερσαρκώματα. ἐνεργεστέραν δὲ τῆς στρογγύλης τὴν σχιστὴν ἡγητέον· καίονται δὲ καὶ ὀπτῶνται ὡς χαλκῖτις. ἴσχουσι δὲ καὶ σηπεδόνας καὶ αἱμορραγίας, οὖλά <τε> πλαδῶντα στέλλουσι, καὶ ὀδόντας σειομένους κρατύνουσι σὺν ὄξει ἢ μέλιτι. {5} ἄφθας δὲ ὠφελοῦσι σὺν μέλιτι καὶ ἐξανθήματα , <καὶ> ῥεύματα <τὰ> ἐν ὠσὶ σὺν πολυγόνου χυλῷ. λέπραις δὲ ἁρμόζουσι σὺν κράμβης χυλῷ ἢ σὺν μέλιτι ἑψηθεῖσαι καὶ κνησμοῖς, ὄνυξί τε λεπροῖς καὶ πτερυγίοις καὶ χιμέτλαις σὺν ὕδατι καταιονούμεναι· σὺν τρυγὶ δὲ ὄξους καταχριόμεναι <καὶ> μετὰ κηκίδος ἴσης κεκαυμένης πρὸς φαγεδαινικά. {6} πρὸς δὲ νομὰς σὺν ἁλσὶ διπλοῖς, πιτυριάσεσι δὲ σὺν ὀρρῷ πίσσης καταχριόμεναι, κονίδων τε καὶ φθειρῶν καὶ πυρικαύτων σὺν ὕδατι καταχριόμεναι <βοήθημα>, οἰδήμασί τε καὶ μασχαλῶν καὶ βουβώνων δυσωδίαις κατάχριστοι. πρὸς δὲ ἔμμηνα καὶ πρὸς ἀσυλλημψίαν συνεργεῖ πρὸ τῆς συνόδου παρατεθεῖσα τῷ στόματι τῆς ὑστέρας καὶ ἔμβρυα ἐκτινάσσει· ἐπουλίσι τε καὶ σταφυλαῖς καὶ παρισθμίοις ἐπιτήδειοι καὶ στόματι, καὶ πρὸς ὦτα καὶ αἰδοῖα σὺν μέλιτι ἐπίχριστοι.