Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
falsa esponja | alkyónion ἀλκυόνιον |
- | 5.118 |
fol. fol.
ψπη (788)
Texto provisional
<περὶ ἀλκυονίου·> τοῦ δὲ ἀλκυονίου πέντε γνωστέον εἴδη ὑπάρχειν·
τὸ μὲν γὰρ πυκνόν τέ ἐστι καὶ τῷ ῥυθμῷ σπογγῶδες καὶ βαρύ, ἔτι δὲ βρωμῶδες καὶ ἰχθύος ὄζον, ὃ δὴ πλεῖστον ἐπὶ τῶν ἠιόνων εὑρίσκεται. τὸ δὲ ἑξῆς κατὰ μὲν τὸ σχῆμα πτερυγίῳ ὀφθαλμικῷ ἢ σπόγγῳ ἔοικε, κοῦφον δέ ἐστι καὶ πολύκενον καὶ φυκώδη ἀποφορὰν ἔχον. {2} τὸ δὲ τρίτον σκωληκοειδὲς ὑπάρχει τῷ τύπῳ, καὶ τῇ χρόᾳ ἐμπόρφυρον, ὅ τινες Μιλήσιον καλοῦσι.
fol. fol.
τὸ τέταρτον δὲ ἐρίοις οἰσυπηροῖς ὅμοιον, πολύκενον, κοῦφον. τὸ δὲ πέμπτον ἔοικε μὲν κατὰ τὸ σχῆμα μύκητι, ἄνοσμον δέ ἐστι καὶ τραχὺ ἔνδοθεν, κισήρει κατά τι ἐοικός, ἔξωθεν δὲ λεῖον, δριμύ, <ὃ> πλεῖστον ἐν τῇ Προποντίδι κατὰ τὴν καλουμένην Βέσβικον νῆσον γεννᾶται, ὃ ἐπιχωρίως ἁλὸς ἄχνην καλοῦσι. {3} τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς σμήγματα παραλαμβάνεται γυναικῶν, καὶ πρὸς φακούς, λειχῆνάς τε καὶ λέπρας καὶ ἀλφοὺς καὶ μελανίας καὶ σπίλους τοὺς ἐπὶ τοῦ προσώπου καὶ τοῦ λοιποῦ σώματος. τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσουροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει νεφριτικούς, πρὸς ὕδρωπας, σπλῆνας. καὲν δὲ καὶ καταχρισθὲν σὺν οἴνῳ ἀλωπεκίας θεραπεύει. τὸ δὲ ὕστατον ὀδόντας λευκαίνειν δύναται· {4} παραλαμβάνεται δὲ καὶ εἰς ἄλλα σμήχματα καὶ ψίλωθρα μισγόμενον ἁλσί. καῦσαι δὲ βουλόμενός τι τούτων εἰς ὠμὴν χύτραν ἔμβαλε καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ δὸς εἰς κάμινον· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος αὐτῆς, ἀνελόμενος ἀπόθου καὶ χρῶ. πλύνεται δὲ ὡς ἡ καδμεία.