Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
colleja | mēkōn aphrōdes μήκων ἀφρώδης |
Silene vulgaris (Moench) Garcke |
4.66 |
φλη (538)
Texto provisional
μήκων ἀφρώδης, ὑπὸ δέ τινων Ἡρακλεία κληθεῖσα, καυλίον ἔχει σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα μικρόν, στρουθίῳ ἐοικὸς καὶ καρπὸν παρ᾽ αὐτῷ λευκόν—καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες—ῥίζαν δὲ λεπτήν, ἐπιπόλαιον. ταύτης ὁ καρπὸς συλλέγεται, ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται. καθαίρει δὲ δι᾽ ἐμέτων ὀξυβάφου πλῆθος σὺν μελικράτῳ λαμβανόμενος· ἰδίως δὲ ἡ τοιαύτη κάθαρσις ἐπιλημπτικοῖς ἁρμόζει.