Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
anémona | anemōnē ἀνεμώνη |
Anemone coronaria L. |
2.176 |
fol. fol.
τε (305)
Texto provisional
περὶ ἀνεμώνης· ἀνεμώνη, [οἱ δὲ ἀγρίαν, οἱ δὲ μέλαιναν καλοῦσι. καὶ ἀνεμώ-
νη ἡ φοινικῆ· οἱ δὲ ἠνέμιον, οἱ δὲ μηκώ νιον ἢ μηκωνίδα, οἱ δὲ τραγόκερως, οἱ δὲ γῆς παρειάν, οἱ δὲ βραβύλη, Ὀσθάνης βηρύλλιος, ὁμοίως ὄρνιθος κεφάλιον, Πυθαγόρας ἀδρακτυλίς, προφῆται κνῆκος ἀγρίᾳ, Ῥωμαῖοι Ὄρκι τούνικαμ, Ἄφροι χουφφοίστ.] οἱ δὲ ἀργεμώνιον, οἱ δὲ ἠρέμιον καλοῦσι. δισσή, ἡ μὲν ἀγρία ἡ δὲ ἥμερος. καὶ τῆς ἡμέρου ἡ μέν τις φοινίκεα φέρει τὰ ἄνθη ἡ δὲ ὑπόλευκα, γαλακτίζοντα ἢ πορφυρᾶ. φύλλα δὲ κοριοειδῆ, λεπτοσχιδέστερα <τὰ> πρὸς τῇ γῇ, καυλία χνοώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων, οἱονεὶ γόνασι διειλημμένη. ἡ δὲ ἀγρία κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα, καὶ τὴν κεφαλὴν ἐπιμηκεστέραν ἔχει, ἄνθος φοινικοῦν, ῥιζία λεπτὰ καὶ πλείω. ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα. {2} δύναμιν δὲ ἔχουσι δριμεῖαν ἀμφότεραι, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῶν ῥινὶ ἐγχυθεὶς πρὸς κεφαλῆς κάθαρσιν ἁρμόζει· καὶ μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα, ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς ἰᾶται καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποσμᾷ· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν. {3} ἔνιοι δὲ μὴ δυνάμενοι διορίζειν ἀπὸ τῆς ἀγρίας ἀνεμώνης τὴν λεγομένην ἀργεμώνην καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μήκωσιν ἱστορήσομεν ( IV 63 ), διὰ τὸ τῶν ἀνθῶν ὁμόχρουν, φοινίκεον ὑπάρχον, πλανῶνται τὴν Εὐπατόριον ἀργεμώνην ὀνομάζοντες· πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστι καὶ τῆς ῥοιάδος· ὀψιαίτερον δὲ αὕτη καὶ ἡ ἀργεμώνη ἀνθοῦσι, καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι
fol. fol.
κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ἡ δὲ ῥοιὰς λευκότερον καὶ δριμύν. ἀμφότεραι δὲ μεταξὺ κεφάλιον μήκωνι ἀγρίᾳ παραπλήσιον ἔχουσι, πλὴν τὸ μὲν τῆς ἀργεμώνης ἄνωθεν ὑπόπλατυ, τὸ δὲ τῆς ῥοιάδος ὑπόστενον. αἱ δὲ ἀνεμῶναι οὔτε ὀπὸν ἀνιᾶσιν οὔτε κωδύαν ἔχουσιν ἀλλ᾽ οἱονεὶ ἀσπαράγου ἄκρον, ἐν ἀρούραις τε τὸ πλεῖον ἐκεῖναι φύονται.