Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lechuga cultivada | thrídax hēmeros θρίδαξ ἥμερος |
Lactuca sativa L. |
2.136 |
σξε (265)
Texto provisional
θρίδαξ ἥμερος εὐστόμαχος, ὑποψύχουσα, ὑπνωτική, κοιλίας μαλακτική, γάλακτος κατασπαστική· ἑψηθεῖσα δὲ γίνεται τροφιμωτέρα, ἄπλυτος δὲ ἐσθιομένη στομαχικοῖς ἁρμόζει. τὸ δὲ σπέρμα αὐτῆς πινόμενον τοῖς συνεχῶς ὀνειρώττουσι βοηθεῖ καὶ συνουσίαν ἀποστρέφει. αὐταὶ δὲ συνεχῶς ἐσθιόμεναι ἀμβλυωπίας εἰσὶ ποιητικαί·ταριχεύονται δὲ ἐν ἅλμῃ. {2} ἐκκαυλήσασαι δὲ ἔχουσι παρεμφέρον τι τῇ τοῦ χυλοῦ καὶ ὀποῦ δυνάμει τῇ τῆς ἀγρίας θρίδακος.