Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pamporcino | kykláminos κυκλάμινος |
Cyclamen graecum Link |
2.164 |
fol. fol.
σϟγ (293)
Texto provisional
περὶ κυκλαμίνου· κυκλάμινος οἱ δὲ κισσάνθεμον, οἱ δὲ κισσόφυλλον, οἱ δὲ χελ<ιδ>ό-
νιον, οἱ δὲ ἰχθυοθήρα, οἱ δὲ Κυλλήνη, Ζωρο-άστρης Στυμφαλῖτις, Ὀσθάνης ἀσφώ, προφῆται μυασφώ, Αἰγύπτιοι θέσκε, Ῥωμαῖοι ῥάπουμ τέρραι, οἱ δὲ οὐμβιλίκουμ τέρραι, οἱ δὲ ῥάπουμ πορκίνουμ, οἱ δὲ οὐρσίνουμ, οἱ δὲ ἀρχαρά.] φύλλα ἔχει ὅμοια κισσῷ, ποικίλα δὲ κάτωθεν καὶ ἄνωθεν κηλῖσιν ὑπολεύκοις, καυλὸν δὲ τετραδάκτυλον, γυμνόν, ἐφ᾽ οὗ ἄνθη ῥοδοειδῆ, πορφυρίζοντα, ῥίζαν μέλαιναν, γογγυλίδι παραπλησίαν, ὑπόπλατυν, ἥτις ποθεῖσα μεθ᾽ ὑδρομέλιτος ἄγει φλέγμα καὶ ὕδωρ κάτω, καὶ ἔμμηνα δὲ κινεῖ πινομένη καὶ προστιθεμένη. φασὶ δὲ ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν ἐγκύμων γυνή, ἐξαμβλώσκειν αὐτήν· ἔστι δὲ καὶ ὠκυτόκιον περιαπτομένη. πίνεται δὲ <καὶ> πρὸς τὰ θανάσιμα μετ᾽ οἴνου, καὶ μάλιστα πρὸς λαγωὸν θαλάσσιον, καὶ ἑρπετῶν ἐστιν ἀντιφάρμακον καταπλασσομένη, μεθύσκει τε οἴνῳ μειχθεῖσα. {2} ἀποκαθίστησι δὲ καὶ ἴκτερον τριῶν δραχμῶν πλῆθος ποθεῖσα μετὰ γλυκέος ἢ μελικράτου ὑδαροῦς—κατακλίνειν δὲ δεῖ τὸν πίνοντα ἐν οἴκῳ θερμῷ καὶ πλείοσιν ἱματίοις περιβάλλειν, ὅπως ἱδρώσῃ· ὁ δὲ ἀποκρινόμενος ἱδρὼς χολώδης εὑρίσκεται τῇ χρόᾳ— ἐγχυματίζεταί τε ὁ χυλὸς αὐτῆς μετὰ μέλιτος εἰς τὰς ῥῖνας πρὸς κάθαρσιν κεφαλῆς, καὶ τῷ δακτυλίῳ ἐν ἐρίῳ προστίθεται πρὸς κομιδὴν περιττωμάτων. καταχρισθέντος δὲ αὐτοῦ ἐπ᾽ ὀμφαλοῦ καὶ ὑπογαστρίου καὶ ἰσχίου κοιλίαν μαλάσσει καὶ ἐκτρωσμοὺς ἐργάζεται, καὶ πρὸς τοὺς ὑποκεχυμένους καὶ ἀμβλυωποῦντας ἐγχριόμενος ὁ χυλὸς σὺν μέλιτι ἁρμόζει· μείγνυται καὶ εἰς τὰ φθόρια, ἕδραν τε προπεσοῦσαν σὺν ὄξει καταχριόμενος [ὁ χυλὸς] καθίστησι. {3} χυλίζεται δὲ ἡ ῥίζα κοπτομένη καὶ ἐκθλιβομένη, ἑψομένου τοῦ χυλοῦ ἄχρι μελιτώδους συστάσεως. ῥύπτει δὲ καὶ χρῶτα ἡ ῥίζα καὶ ἐξανθήματα στέλλει, καὶ τραύματα μετ᾽ ὄξους καὶ καθ᾽ ἑαυτὴν καὶ μετὰ μέλιτος ἰᾶται. καταπλασσομένη δὲ καὶ σπλῆνα τήκει, ἀποκαθαίρει δὲ καὶ ἔφηλιν καὶ ἀλωπεκίας, εὐθετεῖ δὲ καὶ πρὸς στρέμματα καὶ ποδάγραν. τὸ δὲ ἀφέψημα αὐτῆς ποιεῖ πρὸς τὰ ἐν τῇ κεφαλῇ ἑλκύδρια καὶ χιμέτλας καταντλούμενον, αὐτή τε δι᾽ ἐλαίου παλαιοῦ ἀναζεσθεῖσα <ἀπουλοῖ> καταχριομένου τοῦ ἐλαίου. ἐγκοιλανθεῖσα δὲ πληροῦται τοῦ ἐλαίου καὶ τίθεται ἐπὶ θερμοσποδιᾶς, προσεμβάλλεται δὲ ἐνίοτε καὶ κηροῦ Τυρρηνικοῦ ὀλίγον, ὡς γλοιῶδες γενέσθαι, κατάχρισμα ἄριστον χιμετλιῶσιν. ἀποτίθεται δὲ ἡ ῥίζα τμηθεῖσα ὥσπερ σκίλλα. ἱστορεῖται δὲ
fol. fol.
καὶ πρὸς φίλτρα αὐτὴν λαμβάνεσθαι καεῖσαν ἀναπλασθεῖσάν τε εἰς τροχίσκους. φύεται δὲ ἐν συσκίοις τόποις, μάλιστα δὲ ὑπὸ τὰ δένδρα.