Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
smýrnion gr. | smýrnion σμύρνιον |
Smyrnium perfoliatum L. |
3.68 |
fol. fol.
τπδ (384)
Texto provisional
<περὶ σμυρνίου·> σμύρνιον, ὅπερ ἐν Κιλικίᾳ πετροσέλινον ὀνομάζουσι [1], γεν-
νώμενον πλεῖστον ἐν τῷ λεγομένῳ Ἀμανῷ ὄρει. καὶ τοῦτο καυλὸν μὲν ἔχει ὅμοιον σελίνῳ,
fol. fol.
παραφυάδας ἔχοντα πολλάς, φύλλα δὲ πλατύτερα—τὰ δὲ πρὸς τὴν γῆν καὶ ὑποπερικλᾶται— ὑπολίπαρα καὶ ῥωμαλέα καὶ εὐώδη σὺν δριμύτητι, φαρμακώδη τε καὶ ὑπομηλίζοντα τῇ χρόᾳ· σκιάδιον δὲ ἐπὶ τῷ καυλῷ ἀνηθοειδές, σπέρμα στρογγύλον, ὅμοιον τῷ τῆς κράμβης, μέλαν, δριμὺ γευομένῳ, <ὄζον> σμύρνης, ἓν ἀνθ᾽ ἑνὸς ποιοῦν· ἡ δὲ ῥίζα δριμεῖα, εὐώδης, ἁπαλή, πολύχυλος, δάκνουσα τὴν φάρυγγα, φλοιὸν ἔχουσα ἔξωθεν μὲν μέλανα, ἔνδοθεν δὲ χλωρὸν ἢ ὑπόλευκον. φύεται δὲ ἐν πετρώδεσι τόποις καὶ γεωλόφοις. {2} δύναμιν δὲ ἔχει ἡ ῥίζα καὶ ἡ πόα καὶ ὁ καρπὸς θερμαντικήν· λαχανεύεται δὲ καὶ εἰς τὰς ἁλμαίας τὰ φύλλα κοιλίαν τε ἵστησιν. ἡ δὲ ῥίζα πινομένη ἁρμόζει ἑρπετοδήκτοις· πραΰνει δὲ καὶ βῆχας καὶ ὀρθοπνοίας καὶ δυσουρίας ἰᾶται· καταπλασσομένη δὲ τὰ πρόσφατα οἰδήματα καὶ φλεγμονὰς καὶ σκληρίας διαφορεῖ τραύματά τε ἄχρι ἀπουλώσεως ἄγει, ξυσθεῖσα δὲ καὶ προστεθεῖσα ἐξαμβλώσκει. καὶ τὸ σπέρμα δὲ αὐτοῦ πρὸς νεφροὺς καὶ σπλῆνα καὶ κύστιν ἁρμόζει· ἄγει δὲ καὶ δεύτερα καὶ ἔμμηνα, πρός τε ἰσχιάδας μετ᾽ οἴνου πινόμενον ἁρμόζει καὶ στομάχου ἐμπνευματώσεις πραΰνει. ἔστι δὲ καὶ ἱδρωτοποιόν, ἐρευκτικόν, πινόμενον ἰδίως πρὸς ὕδρωπας καὶ περιόδους.