Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cardamomo | kardámōmon καρδάμωμον |
Elettaria cardamomum Matton |
1.6 |
fol. fol.
Ϛ (6)
περὶ καρδαμόμου· καρδάμωμον ἄριστον τὸ ἐκ τῆς κομμαγινῆς καὶ ἀρμε-
νίας καὶ βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν ἰνδίᾳ καὶ ἀραβίᾳ. ἐκλέγου δὲ
τὸ δύσθραυστον, πλῆρες, μεμυκός—τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι—καὶ τὸ τῇ ὀσμῇ δὲ
πληκτικόν, γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον. δύναμιν δὲ ἔχει θερμαντικήν· ποιεῖ δὲ
fol. fol.
μεθ᾽ ὕδατος πινόμενον πρὸς ἐπιλημπτικούς, βήττοντας, ἰσχιαδικοὺς καὶ παράλυσιν,
ῥήγματα, σπάσματα, στρόφους καὶ ἕλμινθα πλατεῖαν ἐκβάλλει. μετ᾽ οἴνου δὲ πι-
νόμενον νεφρι<τι>κοῖς, δυσουροῦσι, σκορπιοπλήκτοις καὶ πᾶσι τοῖς ἰοβόλοις ἁρμόζει.
μετὰ δὲ δάφνης ῥίζης φλοιοῦ ποθεῖσα δ<ραχμὴ> λίθους θρύπτει· φθείρει καὶ ἔμβρυα
ὑποθυμιώμενον καὶ ψώρας ἐξαίρει σὺν ὄξει καταχριόμενον. μ<ε>ίγνυται δὲ καὶ εἰς
τὰς τῶν μύρων στύψεις.