Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alazor | knêkos κνῆκος |
Carthamus tinctorius L. |
4.188 |
fol. fol.
χξα (661)
Texto provisional
<περὶ κνίκου·> κνίκος [1]· φύλλα
ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα, ἀκανθώδη, καυλοὺς δὲ πηχυαίους [2], <ἐφ᾽> ὧν κεφάλιον [3]
fol. fol.
κατὰ μέγεθος ἐλαίας, ἄνθος κρόκῳ ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες, γεγωνιωμένον. τούτου τῷ ἄνθει χρῶνται εἰς τὰ προσοψήματα. τὸ δὲ σπέρμα κοπτόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι ἢ ζωμῷ ὄρνιθος κοιλίαν καθαίρει· {2} κακοστόμαχον δέ ἐστι. γίνεται δὲ καὶ κοπτάρια κοιλίας μαλακτικὰ δι᾽ αὐτοῦ πτισθέντος καὶ μιγέντος ἀμυγδάλοις καὶ νίτρῳ καὶ ἀνήσσῳ καὶ μέλιτι ἑφθῷ· δεῖ δὲ πρὸ δείπνου λαμβάνειν εἰς τέσσαρα διελόντας ὡς βασιλικοῦ καρύου μέγεθος δύο ἢ τρία. σκευάζειν δὲ δεῖ τὸν τρόπον τοῦτον· κνήκου λευκοῦ ξέστην ἕνα, Θασίων πεφωγμένων καὶ λελεπισμένων κυάθους τρεῖς, ἀνήσσου δραχμὴν μίαν, ἀφρονίτρου δραχμὴν μίαν, <μέλιτος τὸ ἀρκοῦν,> ἰσχάδων τῆς σαρκὸς ἀριθμῷ τριάκοντα. πήττει δὲ καὶ γάλα ὁ χυλὸς τοῦ σπέρματος καὶ λυτικώτερον ποιεῖ.