Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
parietaria | helxínē ἑλξίνη |
Parietaria officinalis L. |
4.85 |
fol. fol.
φνζ (557)
Texto provisional
<περὶ ἑλξίνης· ἑ>λξίνη· [οἱ δὲ ἑλξῖτιν, οἱ δὲ καννοχερσαία, οἱ δὲ ἀ-
μελξίνην, οἱ δὲ συκοτράγος, οἱ δὲ ψυχουλκός, οἱ δὲ κιττάμπελον, οἱ δὲ κισσάνθεμον, οἱ δὲ ἀνατεταμένον καλοῦσιν, Ῥωμαῖοι βούλουκρουμ μίνους, Αἰγύπτιοι ἀπάπ.] οἱ δὲ παρθένιον, οἱ δὲ περδίκιον, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡρακλείαν, οἱ δὲ ὑγιεινὴν ἀγρίαν, οἱ δὲ κλύβατιν, οἱ δὲ πολυώνυμον καλοῦσι· φύεται περὶ θριγκοῖς καὶ τοίχοις. καυλία δέ ἐστι λεπτά, ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντιλαμβανόμενα τῶν ἱματίων. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, στυπτικήν, ὅθεν καταπλασσόμενα ἰᾶται ἐρυσιπέλατα, κονδυλώματα, κατακαύματα, φύγεθλα ἀρχόμενα καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. {2} ὁ δὲ χυλὸς αὐτῆς μιγεὶς ψιμυθίῳ ἐρυσιπέλατα καὶ ἕρπητας ὠφελεῖ καταχριόμενος καὶ ποδάγρας σὺν κηρωτῇ κυπρίνῃ ἀνα-
fol. fol.
λημφθεὶς ἢ τραγείῳ στέατι· ὠφελεῖ καὶ βήττοντας χρονίως ὁ χυλὸς καταρροφούμενος ὡς κύαθος, καὶ παρισθμίοις φλεγμαίνουσιν ἀναγαργάρισμα καὶ διάχρισμα ὠφέλιμον καὶ ὠταλγίαις σὺν ῥοδίνῳ ἐγχεόμενος.