Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
culantrillo menor | trikhomanés τριχομανές |
Asplenium trichomanes L. |
4.135 |
χη (608)
Texto provisional
τριχομανές, [οἱ δὲ πτέριον, οἱ δὲ εὔπτερον, Ῥωμαῖοι καπιλλάρεμ, οἱ δὲ πίννουλαμ, οἱ δὲ φιλίκλαμ.] οἱ δὲ καὶ τοῦτο ἀδίαντον καλοῦσι· κατὰ τοὺς αὐτοὺς φύεται τόπους. ὅμοιον πτέριδι, μικρὸν λίαν, στοιχηδὸν ἐξ ἑκατέρου τὰ φύλλα ἔχον λεπτά, φακοειδῆ, ἐναντία ἀλλήλοις ἐπὶ ῥαβδίων λεπτῶν καὶ στρυφνῶν, παραστιλβ<όντ>ων, ὑπομελάνων. δοκεῖ δὲ τὰ αὐτὰ δύνασθαι τῷ προειρημένῳ.