Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tierra de Cimolos | kimōlía gê κιμωλία γῆ |
- | 5.156 |
ωκζ (827)
Texto provisional
τῆς δὲ Κιμωλίας ἡ μέν ἐστι λευκὴ ἡ δὲ ἐμπόρφυρος καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη, πρός τε τὴν ἁφὴν κατάψυχρος, ἣν ἀρίστην ἡγητέον. ἑκάτεραι δὲ διαφοροῦσιν ὄξει διειμέναι παρωτίδας καὶ τὰ ἄλλα φύματα, πρός τε τὰ πυρίκαυτα ποιοῦσιν ἐπιχριόμεναι παραχρῆμα, ὥστε ἀφλυκταίνωτα διατηρεῖν τὰ πεπονθότα μέρη. {2} καταστέλλουσι δὲ καὶ διδύμων σκληρίας καὶ φλεγμονὰς τὰς περὶ ὅλον τὸ σῶμα, ἔτι δὲ ἐρυσιπέλασιν ἐνίστανται. καθόλου δὲ πολύχρηστοί εἰσιν αἱ γνήσιοι, ἐὰν μὴ νόθοι παραλαμβάνωνται.