Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
estoraque | stýrax στύραξ |
Styrax officinalis L. |
1.66 |
fol. fol.
ξϚ (66)
περὶ στύρακος· στύραξ δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυ-
δωνίῳ [1]. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ ῥυπαρός [2], ῥητινώδης, θρόμβας [3] ἔχων ὑπο-
λεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνεὶς [4] ὑγρασίαν
τινὰ μελιτώδη. τοιοῦτος δέ ἐστιν ὁ καταβαλίτης [5] καὶ πι[σ]σιδιακὸς καὶ κιλίκιος,
φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμ<ε>ι
ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ
τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μιγνυμένη [6] καὶ
μέλιτι καὶ ἴρεως [7] ὑποστάθμῃ καὶ ἄλλοις τισίν. {2} ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρωματίσαντες
συμμαλάσσουσιν [8] ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι καὶ δι᾽ ἠθμοῦ εὐρυτρήτου
ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν <ποιοῦντες> σκωλήκια καὶ πωλοῦσι, σκωληκίτην ὀνομάζοντες [στύ-
ρακα]. ἐγκρίνουσι δὲ οἱ ἄπειροι τὸν τοιοῦτον ὡς ἀκέραιον, οὐ προσέχοντες τῇ κατὰ
τὴν ὀσμὴν εὐτονία [9]· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος. δύναμιν δὲ ἔχει θερμαντικήν, μα-
λακτικήν, πεπτικήν, ποιῶν πρὸς βῆχας, κατάρρους, κόρυζας [10], βράγχους,
fol. fol.
ἀποκοπὰς [11] φωνῆς, <ἤχους>. {3} ἁρμόζει καὶ πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας, ἔμμηνά τε
ἄγει πινόμενος καὶ προστιθέμενος, κοιλίαν τε κούφως μαλάττει καταπινόμενος ὀλί-
γος μετὰ ῥητίνης τερεβινθίνης· μίγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκό-
ποις χρησίμως. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ <αἰ>θαλοῦται ὡς λίβανος, ἁρ-
μόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν
Συρίᾳ στυράκινον θερμαίνει καὶ μαλάττει ἰσχυρῶς· κεφαλαλγὲς μέντοι <καὶ> βαρὺ καὶ κα-
ρωτικὸν καθέστηκεν.