Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
salmuera con vinagre | oxálmē ὀξάλμη |
- | 5.15 |
χπα (681)
Texto provisional
ὀξάλμη ὠφελεῖ καταντλουμένη νομάς, σηπεδόνας, κυνόδηκτα καὶ τὰ ἀπὸ τῶν ἰοβόλων δήγματα. στέλλει δὲ καὶ τὰς ἐπὶ τῶν λιθοτομηθέντων αἱμορραγίας, εὐθέως μετὰ τὴν χειρουργίαν θερμὴ ἐγκλυζομένη, <καὶ ἐγκαθιζομένη> καὶ ἕδραν προπεπτωκυῖαν, ἐγκλύζεταί τε ἐπὶ τῶν μετὰ νομῆς δυσεντερικῶν· δεῖ δὲ ἐπεγχυματίζειν γάλακτι. καταρροφουμένη δὲ καὶ ἀναγαργαριζομένη βδέλλας κενοῖ· σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας.