Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
orovale | strýkhnon hypnōtikón στρύχνον ὑπνωτικόν |
Withania somnifera (L.) Dunal |
4.72 |
fol. fol.
φμδ (544)
<περὶ στρύχνου ὑπνωτικοῦ·
σ>τρύχνον ὑπνωτικόν, οἱ δὲ ἁλικάκκαβον, [οἱ δὲ διρκαῖον, οἱ δὲ στρύχνον μανικόν, οἱ δὲ
δορύκνιον, οἱ δὲ καλλαίδα [1], ῥωμαῖοι ἀπολλινάρις μίνορ, οἱ δὲ ἕρβα οὐλτικανά [2], οἱ δὲ ὀψαγέμ [3],
δάκοι κοικολίδα, ἀφροι κακκαβούμ.] θάμνος ἐστὶ κλάδους ἔχων πολλούς, <πυκνούς,> στελεχώδεις, δυσ-
θραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν μηλοκυδωνίῳ [4], ἄνθος ἐρυθρόν, εὐμέγεθες, καρπὸν
ἐν λοβοῖς κροκίζοντα, ῥίζαν φλοιὸν ἔχουσαν ὑπέρυθρον, εὐμεγέθη· φύεται ἐν πέτραις οὐ πόρρω
θαλάσσης [5]. {2} ταύτης ὁ φλοιὸς τῆς ῥίζης ἐν οἴνῳ ποθεὶς < α' ὁλκὴ ὑπνωτικὴν ἔχει δύναμιν τῆς μήκωνος
fol. fol.
τοῦ ὀποῦ ἐπιεικεστέραν, ὁ δὲ καρπὸς οὐρητικός ἐστιν ἄγαν· δίδονται δὲ ὑδρωπικοῖς κόρυμβοι ὡς ιβ',
πλείονες δὲ ποθέντες ἔκστασιν ἐργάζονται· βοηθοῦνται δὲ μελικράτῳ πολλῷ πινομένῳ.
μίγνυται καὶ ἀνωδύνοις ὁ χυλὸς [6] αὐτῆς καὶ τροχίσκοις, ἐναφεψηθεὶς δὲ οἴνῳ καὶ διακρατούμενος
ὀδονταλγίαις ἀρήγει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀμβλυωπίας μετὰ μέλιτος ἐγχρισθεὶς παραιτεῖται.