Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
guija negra | astrágalos ἀστράγαλος |
Lathyrus niger Bernh. |
4.61 |
φλγ (533)
Texto provisional
ἀστράγαλος· [οἱ δὲ ἰσχάς, οἱ δὲ ἄπιος, οἱ δὲ χαμαισύκη, οἱ δὲ ὄνυξ, οἱ δὲ γαγάτης, Ῥωμαῖοι πίρουμ λιτούρβιουμ, οἱ δὲ φίκουμ τέρραι, οἱ δὲ γλάνδουλαμ, οἱ δὲ πίσουμ, οἱ δὲ Νωνάκριαμ.] θάμνος μικρὸς ἐπὶ γῆς φυόμενος, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ, ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δ᾽ ὕπεστι στρογγύλη ὥσπερ ῥάφανος εὐμεγέθης, παραφυάδας ἔχουσα στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα ἀντεμπεπλεγμένας ἀλλήλαις, γευσαμένῳ στυπτικάς· φύεται ἐν εὐηνέμοις καὶ συσκίοις καὶ χιονιζομένοις τόποις, πολλὴ δ᾽ ἐν Φενεῷ τῆς Ἀρκαδίας. ἵστησι δὲ κοιλίαν ῥευματιζομένην ἐν οἴνῳ ποθεῖσα ἡ ῥίζα, κινεῖ καὶ οὖρα· ποιεῖ καὶ πρὸς παλαιὰ ἕλκη ξηρὰ ἐπιπασσομένη καὶ αἷμα ἴσχει. κόπτεται δὲ δυσχερῶς διὰ τὸ στερεὸν αὐτῆς.