Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierba de Hércules | sphondýlion σφονδύλιον |
Heracleum sphondylium L. |
3.76 |
fol. fol.
τϟβ (392)
Texto provisional
<περὶ σφονδυλίου·>
σφονδύλιον· [οἱ δὲ ἀράχνη, οἱ δὲ φαλάγγιον, οἱ δὲ ἀστέριον, οἱ δὲ νήσυρις, οἱ δὲ σφονδυλίς, οἱ δὲ χοιρόδανον, οἱ δὲ οἰνάνθη, Ῥωμαῖοι ἕρβα ῥουτινάλις, Αἰγύπτιοι ἀψαφέρ, προφῆται Ὄσιρις.] φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλατάνῳ πρὸς τὰ τοῦ πανάκους, καυλοὺς δὲ πηχυαίους ἢ καὶ μείζονας, ἐοικότας μαράθῳ, σπέρμα δὲ ἐπ᾽ ἄκρῳ ὅμοιον σεσέλει, διπλοῦν, πλατύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον, βαρύοσμον, ἄνθη λευκά, ῥίζαν λευκήν, ὁμοίαν ῥαφάνῳ· φύεται δὲ ἐν ἑλώδεσι καὶ ἐφύδροις χωρίοις. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐκκρίνει κατὰ κοιλίαν φλεγματῶδες· {2} ἰᾶται δὲ πινόμενος ἡπατικούς, ἰκτερικούς, ὀρθοπνοϊκούς, ἐπι-
fol. fol.
λημπτικούς, ὑστερικὴν πνίγα, ὑποθυμιώμενος δὲ ἀνακαλεῖται τοὺς καταφερομένους, σὺν ἐλαίῳ δὲ ἐμβρεχομένης τῆς κεφαλῆς ἁρμόζει φρενιτικοῖς, ληθαργικοῖς, κεφαλαλγίαις· ἐπέχει δὲ καὶ ἕρπητας σὺν πηγάνῳ καταπλασθείς. δίδοται δὲ καὶ ἡ ῥίζα ἰκτεριώδεσι καὶ ἡπατικοῖς, περιξυσθεῖσα δὲ καὶ ἐντεθεῖσα περιτήκει τύλους τοὺς ἐν ταῖς σύριγξι. τοῦ δὲ ἄνθους χλωροῦ ὁ χυλὸς πρὸς εἱλκωμένα ὦτα καὶ πυορροοῦντα ἁρμόζει. ἀποτίθεται δὲ ἡλιαζόμενος ὡς τὰ λοιπὰ χυλίσματα.