Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rúbrica de Sinope | míltos sinopikē μίλτος σινωπική |
- | 5.96 |
ψξϚ (766)
Texto provisional
μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυλος ἐν τῇ ἀνέσει. συλλέγεται δὲ ἐν τῇ Καππαδοκίᾳ ἐν σπηλαίοις τισί, διυλιζομένη τε φέρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκεν. {2} δύναμιν δὲ ἔχει <στυπτικήν>, ἀναξηραντικήν, ἐμπλαστικήν, διὸ καὶ ἐμπλάστροις τραυματικαῖς μείγνυται καὶ τροχίσκοις ξηραίνουσι καὶ στεγνωτικοῖς. ἵστησι δὲ καὶ κοιλίαν ἐν ᾠῷ λαμβανομένη καὶ ἐγκλυζομένη· δίδοται καὶ ἡπατικοῖς.