Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de bayas de mirto | myrtítēs [oînos] μυρτίτης [οἴνος] |
- | 5.28 |
χϟδ (694)
Texto provisional
μυρτίτην δὲ δεῖ σκευάζοντα μύρτα μέλανα παρακμάζοντα λαβόντα κόπτειν καὶ ἐκθλίβειν τὸν χυλὸν δι᾽ ὀργάνου καὶ καταγγίζειν· οἱ δὲ καὶ ἀφέψουσιν εἰς τὸ τρίτον. ἔνιοι δὲ καὶ προθειλοπεδεύουσιν ἐν ἡλίῳ καὶ ξηράναντες μίσγουσι τῇ χοίνικι κοπείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου <αὐστηροῦ> παλαιοῦ τὸ αὐτό, οὕτω τε ἐκθλίβουσι καὶ ἀποτίθενται. ἱκανῶς δέ ἐστι στυπτικὸς καὶ εὐστόμαχος, ῥευματιζομένῳ τε στομάχῳ καὶ κοιλίᾳ χρήσιμος, πρός τε τὰς ἐντὸς ἑλκώσεις καὶ ῥοῦν· μελαίνει δὲ καὶ τρίχας <τὰς> ἐν κεφαλῇ.