Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ortiga mayor | akalýphē ἀκαλύφη |
Urtica dioica L. Urtica urens L. |
4.93 |
fol. fol.
φξε (565)
Texto provisional
<περὶ ἀκαλύφης·> ἀκαλύφη [1]· οἱ δὲ κνίδην. [οἱ δὲ ἀ-
δίκη, Ῥωμαῖοι οὐρτίκα, Αἰγύπτιοι σελεψιού, Δάκοι δύν. κνήφη ἑτέρα· οἱ δὲ ἀκαλύφην καλοῦσιν, Ῥωμαῖοι οὐρτίκα μόλλις.] δισσὸν εἶδος ταύτης· ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις, καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δ᾽ ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα. ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μεθ᾽ ἁλῶν κυνόδηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ κακοήθη καὶ καρκινώδη
fol. fol.
καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα, φύματα, παρωτίδας, φύ γεθλα, ἀποστήματα· σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθεται· ποιεῖ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ χυλῷ λεῖα ἐντιθέμενα· κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης προστεθέντα καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι προσαπτόμενα νεαρὰ τὰ φύλλα. {2} τὸ δὲ σπέρμα ἐπὶ συνουσίαν παρορμᾷ πινόμενον μετὰ γλυκέος καὶ ὑστέραν ἀναστομοῖ· σὺν μέλιτι δὲ ἐκλειχόμενον ὀρθοπνοίας ὠφελεῖ καὶ πλευρίτιδας καὶ περιπνευμονίας· ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος· μείγνυται δὲ καὶ σηπταῖς. συνεψηθέντα δὲ τὰ φύλλα κογχαρίοις κοιλίαν μαλάττει, ἐμπνευματώσεις λύει, οὖρα κινεῖ, σὺν πτισάνῃ δὲ ἑψηθέντα τὰ ἐκ θώρακος ἀνάγει. τὸ δὲ ἀφέψημα τῶν φύλλων σὺν ὀλίγῃ σμύρνῃ ποθὲν κινεῖ καταμήνια, ὁ δὲ χυλὸς ἀναγαργαριζόμενος στέλλει κιονίδα φλεγμαίνουσαν.