Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vincapervinca | klēmatís κληματίς |
Vinca minor L. |
4.7 |
υοθ (479)
Texto provisional
κληματίς· [οἱ δὲ Φιλεταίριον, οἱ δὲ δαφνοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσιν.] οἱ δὲ δαφνοειδές, οἱ δὲ μυρσινοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσι. φύεται ἐπὶ γῆς, κλήματα δὲ ἔχει μακρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ. ταύτης τὰ φύλλα καὶ οἱ καυλοὶ σὺν οἴνῳ πινόμενα διαρροίας καὶ δυσεντερίας παύει· μετὰ γάλακτος δὲ καὶ ῥοδίνου ἢ κυπρίνου ἐν πεσσῷ προστιθεμένη ὑστέρας πόνους θεραπεύει· παύει δὲ καὶ ὀδόντων πόνους διαμασωμένη, βοηθεῖ καὶ θηριοδήκτοις ἐπιτιθεμένη. ἱστορεῖται δὲ καὶ ἀσπιδοδήκτοις μετ᾽ ὄξους πινομένη βοηθεῖν. φύεται δὲ ἐν χέρσοις.