Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
siempreviva amarilla | helíkhryson ἑλίχρυσον |
Helichrysum sp. |
4.57 |
fol. fol.
φκη (528)
Texto provisional
<περὶ ἑλιχρύσου·> ἑλίχρυσον· οἱ δὲ [1] χρυσάνθεμον, οἱ δὲ [καὶ τοῦτο] ἀμάραντον [κα-
λοῦσιν], ᾧ καὶ τὰ εἴδωλα στεφανοῦσι. ῥαβδίον λευκόν, χλωρόν, ὀρθόν, [στερεόν]· φύλλα
στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἁβροτόνου, κόμην κυκλοτερῆ, χρυσοφανῆ, σκιά-
διον [2] , περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν λεπτήν. φύεται δὲ ἐν τραχέσι καὶ χα-
ραδρώδεσι τόποις. βοηθεῖ δὲ ἡ κόμη σὺν οἴνῳ ποθεῖσα δυσουρίαις καὶ ἑρπετῶν δήγμασι
καὶ ἰσχιάσι καὶ ῥήγμασι, καὶ ἔμμηνα ἄγει καὶ θρόμβους αἵματος τοὺς ἐν κύστει ἢ κοιλίᾳ
τήκει σὺν <οἴνῳ ἢ> οἰνομέλιτι πινομένη· ἴσχει δὲ καὶ κατάρρους ὅσον τριώβολον νήστει δοθεῖσα [3]
fol. fol.
πιεῖν ἐν κράματι οἴνου λευκοῦ· συντίθεται δὲ καὶ μετὰ ἱματίων ἄβρωτα τηροῦσα ταῦτα.