Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
euforbio | euphórbion εὐφόρβιον |
Euphorbia resinifera Berg. |
3.82 |
fol. fol.
τϟη (398)
Texto provisional
<περὶ ἐφορβίου·> ἐφόρβιον [1]· δένδρον ἐστὶ ναρθηκοειδὲς Λιβυκόν, γεν νώμενον ἐν τῇ κατὰ Μαυ-
ρουσιάδα Αὐτολολίᾳ, ὀποῦ μεστὸν δριμυτάτου, ὃν δεδοικότες οἱ τῇδε ἄνθρωποι συλλέγουσι διὰ τὸ ἐπιτεταμένον τῆς πυρώσεως· κοιλίας γοῦν προβατείας πεπλυμένας περιδήσαντες τῷ δένδρῳ μακρόθεν ἀκοντίοις διαιροῦσι τὸν καυλόν· εὐθέως δὲ ὡς ἔκ τινος ἀγγείου πολὺς ἀποχεῖται ὀπὸς εἰς τὰς κοιλίας, καὶ ἀπορραίνεται δὲ εἰς τὴν γῆν ἐξακοντιζόμενος. {2} ἔστι δὲ δύο γένη τοῦ ὀποῦ· τὸ μέν τι διαυγὲς ὡς σαρκοκόλλα, κατὰ μέγεθος ὀρόβων, τὸ δέ τι ἐν ταῖς κοιλίαις ξυσματῶδες καὶ συνεστός. δολοῦται δὲ καὶ σαρκοκόλλῃ καὶ κόμμει μειγνυμένοις· ἐκλέγου δὲ τὸν διαυγῆ καὶ δριμύν. δυσδοκίμαστος δέ ἐστι τῇ γεύσει λαμβανόμενος διὰ τὸ ἅπαξ δηχθείσης τῆς γλώσσης ἐπιμένειν τὴν πύρωσιν ἐφ᾽ ἱκανὸν χρόνον, ὥστε πᾶν τὸ προσαγόμενον εὐφόρβιον δοκεῖν εἶναι. ἡ μέντοι εὕρεσις αὐτοῦ κατὰ Ἰόβαν, τὸν βασιλέα τῆς Λιβύης, ἐπεγνώσθη. {3} δύναμιν δὲ ἔχει ὁ ὀπὸς διαφορητικὴν ὑποχυμάτων ἐγχριόμενος· πυροῖ μέντοι δι᾽ ὅλης τῆς ἡμέρας, ὅθεν μέλιτι μείγνυται καὶ κολλυρίοις κατ᾽ ἀναλογίαν τῆς δριμύτητος· ἁρμόζει καὶ ἰσχίων ἀλγήμασι μιγεὶς ἀρωματικῷ ποτήματι καὶ πινόμενος· ἀφίστησι δὲ καὶ λεπίδας
fol. fol.
αὐθημερόν· δεῖ μέντοι χρωμένους ἀσφαλίζεσθαι τὴν περικειμένην τοῖς ὀστοῖς σάρκα μοτοῖς ἢ κηρωτῇ. ἱστοροῦσι δέ τινες μηδὲν παρακολουθεῖν δυσχερὲς τοῖς ἑρπετοδήκτοις, ἐάν τις ἐγκόψας αὐτῶν ἄχρι ὀστέου τὸ δέρμα τῆς κεφαλῆς ἐνθῇ τὸν ὀπὸν λεῖον καὶ ῥάψῃ τὸ τραῦμα.