Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
anís | ánēsson ἄνησσον |
Pimpinella anisum L. |
3.56 |
το (370)
Texto provisional
ἄνησσον· [οἱ δὲ σίον, Ῥωμαῖοι ἀνήσουμ.] τὴν μὲν καθόλου δύναμιν ἔχει θερμαντικήν, ξηραντικήν, εὔπνουν, ἀνώδυνον, διαφορητικήν, οὐρητικήν, ἱδρωτικήν, διαλυτικήν, ἄδιψον πινόμενον. ἁρμόζει δὲ πρός τε τὰ ἰοβόλα τῶν ζῴων καὶ πρὸς ἐμπνευματώσεις, κοιλίαν τε ἵστησι καὶ λευκὸν ῥοῦν καὶ γάλα κατασπᾷ καὶ συνουσίαν παρορμᾷ. ὑποθυμιώμενον δὲ ταῖς ῥισὶ κεφαλαλγίαν παύει· καὶ τὰς ῥήξεις δὲ τῶν ὤτων σὺν ῥοδίνῳ λεῖον ἐνσταζόμενον ἰᾶται. ἔστι δὲ αὐτοῦ κρεῖσσον τὸ νέον καὶ ἁδρὸν καὶ μὴ πιτυρῶδες, εὔτονον τῇ ὀσμῇ. πρωτεύει δὲ τὸ Κρητικόν, ἕπεται δὲ τὸ Αἰγύπτιον.