Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ajenjo marino | apsínthium thalássion ἀψίνθιον θαλάσσιον |
Artemisia maritima L. |
3.23.5 |
fol. fol.
Texto provisional
<περὶ ἀψινθίου θαλασσίου· ἀ>ψίνθιον θαλάσσιον. [οἱ δὲ σαντονικὸν καλοῦσιν, οἱ δὲ σέριφον, Ῥωμαῖοι σανδο-
νίκουμ [1].] καλοῦσί τινες καὶ τὸ σέριφον ἀψίνθιον θαλάσσιον, ὅπερ πλεῖστον ἐν τῷ κατὰ Καππαδοκίαν Ταύρῳ γεννᾶται καὶ ἐν Ταφοσίρει τῆς Αἰγύπτου, ᾧ οἱ Ἰσιακοὶ ἀντὶ θαλλοῦ χρῶνται. ἔστι δὲ πόα λεπτόκαρφος, ἐοικυῖα ἀβροτόνῳ μικρῷ, περιπληθὴς σπέρματος, ὑπόπικρος, κακοστόμαχος, βαρύοσμος, στύφουσα μετὰ ποσῆς θερμασίας, ἥτις ἑψηθεῖσα καθ᾽ ἑαυτὴν καὶ μετὰ ὀρύζης καὶ λημφθεῖσα μετὰ μέλιτος ἀσκαρίδας καὶ ἕλμινθας στρογγύλας κτείνει, ὑπεξάγουσα κοιλίαν κούφως. {6} δύναται δὲ καὶ σὺν ῥοφήματι φακῆς καθεψηθεῖσα τὰ αὐτὰ ποιεῖν· λιπαίνει δὲ μάλιστα ἐν Καππαδοκίᾳ τὰ πρόβατα νεμόμενα. ἔστι δὲ τρίτον εἶδος ἀψινθίου, γεννώμενον ἐν τῇ κατὰ τὰς Ἄλπεις Γαλατίᾳ πλεῖστον, ὃ ἐπιχωρίως Σαντονικὸν καλοῦσιν, ἐπωνύμως τῇ γεννώσῃ αὐτὸ Σαντονίδι χώρᾳ, ἐοικὸς ἀψινθίῳ, οὐ μὴν οὕτως γε ἔνσπερμον, ὑπόπικρον δὲ
fol. fol.
καὶ δυνάμενον τὰ αὐτὰ τῷ σερίφῳ.