Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sangres | haímata αἴματα |
- | 2.79 |
fol. fol.
ση (208)
περὶ αἱμάτων·
αἷμα χηνὸς καὶ ἐρίφου καὶ νήσσης ἀντιδότοις χρησίμως μείγνυται, φάσσης δὲ καὶ τρυγό-
νος καὶ περιστερᾶς καὶ πέρδικος εἰς προσφάτους ὀφθαλμῶν τρώσεις [1], καὶ ὑποδρομὰς αἵματος
fol. fol.
καὶ νυκτάλωπας ἐγχρίεται. ἰδίως δὲ τὸ τῆς περιστερᾶς αἱμορραγίας τὰς ἐκ μηνίγγων ἐπέχει. τὸ δὲ τοῦ
τράγου καὶ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ὀπτὸν ἀπὸ τηγάνου λαμβανόμενον δυσεν-
τερίας καὶ κοιλιακὰς ῥύσεις ἐφίστησι, μετ᾽ οἴνου δὲ ποθὲν πρὸς <τὰ> τοξικὰ ποιεῖ. τὸ δὲ
τῶν λαγωῶν θερμὸν καταχριόμενον ἐφηλίδας καὶ φακοὺς θεραπεύει, καὶ τὸ ἀπὸ τῶν
κυνῶν δὲ ποθὲν λυσσοδήκτους [2] καὶ τοξικὸν πεπωκόσιν ἁρμόζει. {2} τὸ δὲ τῆς χερσαίας χελώνης
ποθὲν ἐπιλημπτικοῖς ἱστορεῖται ἁρμόζειν, θαλασσίας δὲ χελώνης σὺν οἴνῳ καὶ πιτύᾳ λαγωοῦ
καὶ κυμίνῳ πινόμενον ἁρμόζει πρὸς θηριοδήγματα καὶ φρύνου πόσιν. ταύρου δὲ αἷμα
διαφορεῖ καὶ μαλάσσει σκληρίας καταπλασσόμενον μετὰ ἀλφίτων. τὸ δὲ τῶν ὀχευτῶν ἵππων
σηπταῖς μίγνυται, τὸ δὲ τοῦ χαμαιλέοντος τρίχας ψιλοῦν ἐπὶ τῶν βλεφάρων πεπίστευται,
καὶ τὸ τῶν χλωρῶν βατράχων ὁμοίως. γυναικὸς δὲ τὸ ἐπιμήνιον περιαλειφόμενον καὶ ὑπερ-
βαινόμενον ἀσυλλή<μ>πτους δοκεῖ ποιεῖν γυναῖκας, ποδαγρικὰς δὲ ὀδύνας καὶ ἐρυσιπέλατα
κουφίζει καταχριόμενον.