Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
buccinos | kērykes κήρυκες |
Buccinum undatum |
2.4.1 |
περὶ κηρύκων· τὰ δὲ αὐτὰ ποιοῦσι καὶ οἱ
κήρυκες καέντες, εἰσὶ δὲ μᾶλλον καυστικοί [1], ἐὰν δέ τις ἁλῶν πληρώσας <αὐτοὺς> ἐν ὠμῇ
χύτρᾳ <πάλιν> καύσῃ, ἁρμόζουσι πρὸς σμῆξιν ὀδόντων καὶ κατακαύματα ἐπιπλασθέντες.
ἐᾶν δὲ δεῖ ἀποστρακοῦσθαι τὸ φάρμακον· μετὰ δὲ τὴν ἀπούλωσιν τοῦ τραύματος αὐτὸ [2]
ἀποπίπτει. γίνεται δὲ καὶ ἄσβεστος ἐξ αὐτῶν, ὡς ὑποδείξομεν ἐν τῷ περὶ ἀσβέστου
λόγῳ. <ι>όνια [3] δὲ καλεῖται τὰ ἐπὶ τῶν κηρύκων καὶ πορφυρῶν μέσα, περὶ οἷς [4] ἡ ἕλιξ
ἐστὶ τοῦ ὀστράκου. καίεται δὲ ὁμοίως, δύναμιν ἔχοντα καυστικωτέραν τῶν κηρύκων καὶ τῆς
πορφύρας διὰ τὸ ἐπιπιέζειν αὐτῶν τὴν φύσιν. αἱ δὲ σάρκες τῶν κηρύκων εὔστομοι καὶ εὐστό-
μαχοι, κοιλίαν δὲ οὐ μαλάσσουσιν.