Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rábano | rháphanos (rhaphanís) ῥάφανος (ῥαφανίς) |
Raphanus sativus L. |
2.112 |
fol. fol.
σμα (241)
Texto provisional
περὶ ῥαφάνου·
ῥάφανος [1]· [οἱ δὲ πολύειδος ἠρυγγίου, Ῥωμαῖοι ῥάδιξ νόστρα, Ἄφροι θορφάθ.] καὶ αὐτὴ πνευμάτων γεννητική, εὔστομος, οὐκ εὐστόμαχος, ἐρευκτική. οὐρητικὴ δέ ἐστι καὶ θερμαντική, εὐκοίλιος δέ, εἴ τις αὐτὴν ἐπιλαμβάνει μᾶλλον συνεργοῦσαν τῇ ἀναδόσει, προεσθιομένη δὲ μετεωρίζει τὴν τροφήν· ἁρμόζει δὲ καὶ τοῖς ἐμεῖν μέλλουσι προεσθιομένη, ἀ-
fol. fol.
κριβοῖ δὲ καὶ τὰς αἰσθήσεις. ἑφθὴ δὲ ποιεῖ λαμβανομένη βήσσουσι χρονίως καὶ τοῖς πάχος γεννῶσιν ἐν θώρακι. ὁ δὲ φλοιὸς αὐτῆς μετ᾽ ὀξυμέλιτος λαμβανόμενος ἐμετικώτερος, ἁρμόζων ὑδρωπικοῖς, καταπλασθεὶς δὲ εὐθετεῖ καὶ σπληνικοῖς· σὺν μέλιτι δὲ [ἔτι] νομὰς ἐφίστησι καὶ ὑπώπια αἴρει καὶ ἐχεοδήκτοις βοηθεῖ ἀλωπεκίας τε δασύνει, φακοὺς <δὲ> ἀποσμήχει σὺν αἰρίνῳ ἀλεύρῳ·βοηθεῖ δὲ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις, ἔμμηνά τε ἄγει. {2} τὸ δὲ σπέρμα αὐτῆς ἐμετικόν, οὐρητικόν, σπληνὸς καθαιρετικὸν πινόμενον μετ᾽ ὄξους, συναγχικοῖς τε βοηθεῖ ἀφεψηθὲν σὺν ὀξυμέλιτι θερμῷ εἰς ἀναγαργάρισμα, καὶ πρὸς κεράστου δῆγμα σὺν οἴνῳ πινόμενον βοηθεῖ, ἐπιπλασθὲν δὲ μετ᾽ ὄξους γαγγραίνας εὐτόνως περιχαράσσει.