Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mercurial | linózōstis árrēn λινόζωστις ἄρρην |
Mercurialis annua L. |
4.189 |
χξβ (662)
Texto provisional
λινόζωστις· [οἱ δὲ ἄργυρος, οἱ δὲ ἀργυρῖτις, οἱ δὲ παρθένιον, οἱ δὲ χρυσῖτις, Αἰγύπτιοι ἀφλοφώ, οἱ δὲ Ἑρμοῦ βασίλειον, Ῥωμαῖοι ἕρβα μερκουριάλις μάσκλα, οἱ δὲ τεστικουλάτα, Ἄφροι ἀσουμές.] ἔχει τὸ φύλλον ὅμοιον ὠκίμῳ πρὸς τὸ τῆς ἑλξίνης, ἔλαττον δέ, κλωνία διγόνατα, μασχάλας πολλάς, πυκνὰς ἔχοντα· τὸν δὲ καρπὸν ἡ μὲν θήλεια βοτρυοειδῆ καὶ πολὺν ἡ δὲ ἄρρην πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον, ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα· ὅλος δὲ ὁ θαμνίσκος σπιθαμιαῖος ἢ καὶ μείζων. {2} κινοῦσι δ᾽ ἀμφότεραι κοιλίαν λαχανευόμεναι καὶ ἐσθιόμεναι· καθεψόμεναι δὲ ἐν ὕδατι πινομένου τοῦ ὕδατος ἄγουσι χολὴν καὶ ὑδατῶδες. δοκεῖ δὲ τὰ μὲν τῆς θηλείας φύλλα λεῖα πινόμενα καὶ προστιθέμενα μετὰ τὴν κάθαρσιν τοῖς αἰδοίοις σύλλημψιν θήλεως ποιεῖσθαι, τὰ δὲ τῆς ἄρρενος ὁμοίως ἐπιτηδευθέντα ἀρρενογόνα γίνεσθαι.