Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
flor de sal | halós ánthos ἁλὸς ἄνθος |
- | 5.112 |
fol. fol.
ψπα (781)
Texto provisional
<περὶ ἄνθους ἅλος·> ἁλὸς δὲ
ἄνθος καταρρεῖ μὲν <ἐν> τῷ Νείλῳ ποταμῷ, ἐφίσταται δὲ λίμναις τισί. παραλημπτέον δὲ τὸ κροκίζον
τῇ χρόᾳ, ὑποδυσῶδες ὥσπερ γάρος, ἐνίοτε δὲ καὶ δυσωδέστερον μᾶλλον, καὶ τῇ γεύσει δηκτικώτερον [1]
fol. fol.
καὶ ὑπολίπαρον· τὸ δὲ ἔμμιλτον ἢ θρόμβους ἔχον φαῦλον ἡγητέον· ἔτι τὸ ἀκέραιον ἐλαίῳ συνανίεται μόνῳ, τὸ δὲ δεδολωμένον ἐκ μέρους καὶ ὕδατι. {2} ποιεῖ δὲ πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη καὶ νομὰς τὰς ἐν αἰδοίοις, ὦτά τε πυορροοῦντα καὶ ἀμβλυωπίας, οὐλάς <τε> καὶ λευκώματα· μείγνυται καὶ ἐμπλάστροις καὶ μύροις εἰς χρῶσιν, ὡς καὶ τῷ ῥοδίνῳ. ἔστι δὲ καὶ ἱδρώτων κινητικὸν καὶ κοιλίας ταρακτικὸν σὺν οἴνῳ καὶ ὕδατι λημφθέν, κακοστόμαχον δέ· μείγνυται καὶ ἀκόποις καὶ σμήγμασι πρὸς τριχῶν λεπτυσμόν, καὶ καθόλου ἐστὶ δριμύ, πυρωτικὸν ὥσπερ οἱ ἅλες.