Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
zaragatona | psýllion ψύλλιον |
Plantago psyllium L. |
4.69 |
fol. fol.
φμα (541)
Texto provisional
<περὶ ψυλλίου· ψ>ύλλιον· [οἱ δὲ κατάφυσις,]
οἱ δὲ κυνοκεφάλιον, οἱ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν, [οἱ δὲ ψύλλερις, οἱ δὲ Σικελιωτικόν, Σικελοὶ δὲ κυνοειδὴς ἢ κρυστάλλιον, Ῥωμαῖοι σιλβάκιουμ, οἱ δὲ ἕρβα πουλικάρις, Ἄφροι οὐαργουγούμ.] ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο ἢ τρία ἐπ᾽ ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοικός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις. {2} δύναμιν δὲ ἔχει ψυκτικήν· ὠφελεῖ δὲ καταπλασσόμενον ἀρθρίτιδας, παρωτίδας, φύματα, οἰδήματα, στρέμματα, κεφαλ αλγίας μετὰ ῥοδίνου καὶ ὄξους καὶ ὕδατος, ἐντεροκήλας τε τὰς ἐπὶ παίδων καὶ ἐξομφάλους ὑγιάζει καταπλασσόμενον· δεῖ δὲ ὀξυβάφου πλῆθος λεάναντας βρέχειν ἐν ὕδατος δυσὶ κοτύλαις καὶ ὅταν παγῇ τὸ ὕδωρ ἐπιπλάττειν· ψύχει δὲ ἱκανῶς. [καὶ εἰς ὕδωρ γάρ δὲ ζέον ἐπιτιθεμένον καταστέλ-
λει τὴν θέρμην· ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα´ φασὶ δὲ ὅτι κομισθεῖσα ἐν οἴνῳ χλωρὰ,
οὐκ ἐᾷ ψύλλας γενέσθαι. κοπεῖσα δὲ μετὰ στέατος τὰ ῥυπαρὰ καὶ κακοήθη τῶν ἑλκῶν ἀπο-
fol. fol.
καθαίρει. ὁ δὲ χύλος μετὰ μέλιτος πρὸς ὦτα ῥευματιζόμενα ποιεῖ καὶ σκώληκας ἔχοντα.]