Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
frambueso | bátos Idaía βάτος Ἰδαία |
Rubus idaeus L. |
4.38 |
φι (510)
Texto provisional
βάτος Ἰδαία· ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι. ἔστι δὲ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάνθας μικρὰς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς, ἐκ περισσοῦ δὲ ταύτης τὸ ἄνθος σὺν μέλιτι λεανθὲν ὀφθαλμῶν φλεγμοναῖς περιχριόμενον βοηθεῖ καὶ ἐρυσιπέλατα σβέννυσι, στομαχικοῖς δὲ μεθ᾽ ὕδατος ἐν ποτῷ δίδοται.