Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ricino | kíki κίκι |
Ricinus communis L. |
4.161 |
χλϚ (636)
Texto provisional
κίκι· οἱ δὲ κρότωνα, οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σέσελι Κύπριον, [Αἰγύπτιοι σησθάμνα, οἱ δὲ τρίξιν, προφῆται αἷμα πυρετοῦ, Ῥωμαῖοι ῥίκινουμ, οἱ δὲ λούπα.] οἱ δὲ κρότωνα διὰ τὴν ὡς πρὸς τὸ ζῷον τοῦ σπέρματος ἐμφέρειαν· δένδρον ἐστὶ συκῆς μικρᾶς μέγεθος ἔχον, φύλλα δὲ ὅμοια πλατάνῳ, μείζονα δὲ καὶ λειότερα καὶ μελάντερα, τὰ δὲ στελέχη καὶ τὰς κράδας κοῖλα καλάμου τρόπον, καρπὸν δὲ ἐν βότρυσι τραχέσι, λεπισθέντα ὅμοιον κρότωνι τῷ ζῴῳ, ἐξ οὗ καὶ ἀποθλίβεται τὸ λεγόμενον κίκινον ἔλαιον, ἄβρωτον μέν, ἄλλως δὲ χρήσιμον εἰς λύχνους καὶ ἐμπλάστρους. {2} καθαρθέντες δὲ ὅσον τριάκοντα κόκκοι τὸν ἀριθμὸν καὶ ποθέντες λεῖοι ἄγουσι κατὰ κοιλίαν φλέγμα καὶ χολὴν καὶ ὕδωρ· κινοῦσι δὲ καὶ ἔμετον. ἔστι δὲ λίαν ἀηδὴς καὶ ἐργώδης ἡ τοιαύτη κάθαρσις, ἀνατρέπουσα τὸν στόμαχον ἰσχυρῶς. κοπεὶς δὲ καὶ καταπλασθεὶς ἰόνθους καὶ ἐφηλίδας καθαίρει, τὰ δὲ φύλλα τριφθέντα μετὰ πάλης ἀλφίτου ὀφθαλμῶν οἰδήματα καὶ φλεγμονὰς παύει καὶ σπαργῶντας μαστούς, ἐρυσιπέλατά τε σβέννυσι καθ᾽ ἑαυτὰ καὶ μετὰ ὄξους καταπλασσόμενα.