Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hippophaés gr. | hippophaés ἱπποφαές |
Euphorbia spinosa L. |
4.159 |
fol. fol.
χλδ (634)
Texto provisional
<περὶ ἱππο-
φαοῦς·> ἱπποφαές, οἱ δὲ ἱπποφυές [1], [οἱ δὲ ἱπποφανής, οἱ δὲ ἵππιον, οἱ δὲ ἐχίνιον, οἱ δὲ πελεκῖνος,
ῥωμαῖοι λαππάγω, οἱ δὲ λάππο<υ>λα μέρα. ] ἐν ᾧ γνάπτουσι τὰ ἱμάτια. φύεται μὲν ἐν παραθαλασσίοις καὶ ἀμμώδεσι τόποις, θάμνος δέ ἐστι φρυγανώδης, πυκνός, ἀμφιλαφής, φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας, στενότερα δὲ καὶ μαλακώτερα, καὶ μεταξὺ ἀκάνθας ξηράς, ὑπολεύκους, γωνιοειδεῖς, ἀπ᾽ ἀλλήλων διεστώσας· ἄνθη κορύμβοις ἐοικότα κιττοῦ, ὡς βοτρύδια προσκείμενα ἀλλήλοις, πλὴν μικρότερα καὶ μαλακά, μετὰ τοῦ λευκοῦ φοινίσσοντα
fol. fol.
ἐκ μέρους· ῥίζα παχεῖα καὶ μαλακή, ὀποῦ μεστή, γευσαμένῳ πικρά, ὀπιζομένη ὥσπερ ἡ θαψία. {2} ἀποτίθεται δὲ καθ᾽ ἑαυτὸν ὁ ὀπὸς καὶ σὺν ὀροβίνῳ ἀλεύρῳ ἀναλαμβανόμενος καὶ ξηραινόμενος. καθαίρει δὲ χολῶδες καὶ φλεγματῶδες καὶ ὑδατῶδες κάτω ὀβολός, τοῦ δὲ μετὰ τοῦ ὀρόβου τετρώβολον σὺν μελικράτῳ. καὶ ὁ θάμνος δὲ σὺν ταῖς ῥίζαις ξηραινόμενος κόπτεται καὶ δίδοται λεῖος μετὰ μελικράτου κοτύλης μιᾶς ἡμισείας· γίνεται δὲ καὶ χύλισμα ἐκ τῆς ῥίζης καὶ τῆς πόας ὥσπερ καὶ ἐπὶ τῆς θαψίας· δραχμὴ δὲ μία δίδοται τούτου πρὸς τὰς καθάρσεις.