Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
trompón | nárkissos νάρκισσος |
Narcissus poeticus L. |
4.158 |
χλγ (633)
Texto provisional
νάρκισσος· [οἱ δὲ νάρκισσος ἄνυγρος, οἱ δὲ αὐτογενές, οἱ δὲ βολβὸς ὁ ἐμετικός, οἱ δὲ λείριον, Ῥωμαῖοι βούλβους βομιτώριους.] ἔνιοι καὶ τοῦτον ὥσπερ τὸ κρίνον λείριον ἐκάλεσαν. τὰ μὲν φύλλα πράσῳ ἔοικε, λεπτὰ δὲ καὶ μικρότερα παρὰ πολύ, καυλὸν κενόν, ἄφυλλον, μείζονα σπιθαμῆς, ἐφ᾽ οὗ ἄνθος λευκόν, ἔσωθεν δὲ κροκῶδες, ἐπ᾽ ἐνίων δὲ πορφυροειδές· ῥίζα δὲ λευκή, στρογγύλη, βολβοειδής, καρπὸς ὡς ἐν ὑμένι, μέλας, προμήκης. φύεται κάλλιστος ἐν ὀρεινοῖς <τόποις>, εὐώδης· ὁ δὲ λοιπὸς πρασίζει καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει. {2} τούτου ἡ ῥίζα βρωθεῖσα ἑφθὴ καὶ ποθεῖσα ἐμέτους κινεῖ· ἁρμόζει δὲ καὶ πυρικαύτοις σὺν μέλιτι λεία καὶ τὰς περὶ νεῦρα διακοπὰς παρακολλᾷ καταπλασσομένη, στρέμματά τε σφυρῶν καὶ τὰ περὶ ἄρθρα χρόνια ἀλγήματα λεία σὺν μέλιτι καταπλασθεῖσα ὀνίνησι· καθαίρει καὶ ἔφηλιν καὶ ἀλφὸν σὺν κνίδης σπέρματι καὶ ὄξει, σὺν ὀρόβῳ δὲ καὶ μέλιτι τὰς ἀκαθαρσίας τῶν ἑλκῶν ἀποκαθαίρει, καὶ τὰ δύσπεπτα δὲ τῶν ἀποστημάτων ῥήττει· ἀνάγει καὶ σκόλοπας σὺν αἰρίνῳ ἀλεύρῳ καὶ μέλιτι καταπλασσομένη.