Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
laurel alejandrino común | dáphnē Alexándreia δάφνη Ἀλεξάνδρεια |
Ruscus hypophyllum L. |
4.145 |
χιη (618)
Texto provisional
δάφνη Ἀλεξάνδρεια· οἱ δὲ Ἰδαίαν, οἱ δὲ Δανάην, οἱ δὲ ὑπόγλωττον, οἱ δὲ ζαλείαν, οἱ δὲ στέφανον καλοῦσι. φύλλα ἔχει ὀξυμυρσίνῃ ὅμοια, μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα, καρπὸν δὲ ἐν μέσοις τοῖς φύλλοις ἐρυθρόν, ἐρεβίνθων τὸ μέγεθος, κλῶνας ἀπὸ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας, ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ, μείζονα δὲ καὶ εὐώδη καὶ μαλακωτέραν· φύεται ἐν τόποις ὀρεινοῖς. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη δραχμῶν ἓξ πλῆθος μετὰ οἴνου γλυκέος βοηθεῖν ταῖς δυστοκούσαις καὶ στραγγουριῶσιν· ἄγει δὲ καὶ αἷμα.