Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
brusco | myrsínē agría μυρσίνη ἀγρία |
Ruscus aculeatus L. |
4.144 |
fol. fol.
χιζ (617)
Texto provisional
<περὶ μυρσίνης ἀγρίας·> μυρσίνη ἀγρία· [οἱ δὲ μυρτάκανθα [1], οἱ δὲ ἱερόμυρτον, οἱ δὲ ὀξυμυρσίνη,
fol. fol.
οἱ δὲ μυάκανθος, οἱ δὲ ἄγονον, οἱ δὲ σκίγκος, οἱ δὲ μίνθη, οἱ δὲ κατάγγελος, οἱ δὲ ἀνάγγελος, οἱ δὲ ἄκαιρον, οἱ δὲ ὀκνηρόν, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαίπιτυν, Βοιωτοὶ δὲ γοργυνθίας, προφῆται γόνος Ἡρακλέους, Ῥωμαῖοι ῥούσκουμ.] οἱ δὲ ὀξυμυρσίνην, οἱ δὲ μυρτά κανθον, οἱ δὲ ἄκαιρον, οἱ δὲ κίνην, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαιμυρσίνην, Βοιωτοὶ δὲ γοργυνθίαν καλοῦσι· τὸ μὲν φύλλον μυρρίνῃ ὅμοιον ἔχει, πλατύτερον δέ, λογχοειδές, ὀξὺ ἐπ᾽ ἄκρου, τὸν δὲ καρπὸν στρογγύλον, [ἐν] μέσῳ τῷ πετάλῳ προσφυῆ, ἐρυθρὸν ἐν τῷ πεπαίνεσθαι, ἔχοντα τὸ ἐντὸς ὀστῶδες· κλωνία λυγοειδῆ, πολλὰ ἐκ τῆς αὐτῆς ῥίζης, δύσθραυστα, ὅσον πήχεως, φύλλων μεστά, ῥίζαν παραπλησίαν ἀγρώστει, γευομένῳ στρυφνήν, ὑπόπικρον· φύεται ἐν τραχέσι καὶ κρημνώδεσι τόποις. {2} δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς ἐν οἴνῳ πινόμενα οὖρα κινεῖν, καταμήνια ἄγειν, λίθους τοὺς ἐν κύστει θρύπτειν· θεραπεύει δὲ καὶ ἴκτερον καὶ στραγγουρίαν καὶ κεφαλαλγίαν. καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης σὺν οἴνῳ ποθὲν τὰ αὐτὰ ποιεῖ. καὶ ἀντὶ ἀσπαράγου δὲ οἱ καυλοὶ νεοθαλεῖς λαχανευόμενοι ἐσθίονται· εἰσὶ δὲ ἔμπικροι καὶ διουρητικοί.