Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
servato | peukédanon πευκέδανον |
Peucedanum officinale L. |
3.78 |
fol. fol.
τϟδ (394)
Texto provisional
<περὶ πευκεδάνου· π>ευκέδανον· [οἱ δὲ <σίνωνα> ἄγριον, οἱ δὲ ἀγριόφυλλον, προ-
φῆται ἀγαθὸς δαίμων, Ῥωμαῖοι πιναστέλλουμ, οἱ δὲ σα<να>τάριαμ.] καυλὸν ἀνίησιν ἰσχνόν, μαράθῳ ὅμοιον· κόμην δὲ ἔχει περὶ τὴν ῥίζαν ἱκανὴν καὶ πυκνήν, ἄνθος μήλινον, ῥίζαν μέλαιναν, βαρύοσμον, ἁδράν, μεστὴν ὀποῦ. φύεται δὲ ἐν ὄρεσι συσκίοις. ὀπίζεται δὲ τῆς ῥίζης ἁπαλῆς ἀποτεμνομένης μαχαιρίῳ, καὶ τὸ ἀπορρέον εὐθέως ἐν σκιᾷ τίθεται· ὑπὸ γὰρ τοῦ ἡλίου ἀνίεται. ἐν δὲ τῷ συλλέγεσθαι κεφαλαλγίαν ποιεῖ καὶ σκοτώματα, ἐὰν μή τις προδιαχρίσῃ ἑαυτοῦ τὰς ῥῖνας ῥοδίνῳ καὶ τὴν κεφαλὴν προκαταβρέξῃ· ἄχρηστος δὲ γίνεται ὀπισθεῖσα ἡ ῥίζα. {2} ὀπίζονται δὲ καὶ οἱ καυλοί, καὶ χυλίζεται ἡ ῥίζα ὡς μανδραγόρας, ἧττον δὲ ἐνεργεῖ τοῦ ὀποῦ ὁ χυλὸς καὶ τάχιον ἐκπνεῖ. ἐνίοτε δὲ εὑρίσκεται προπεπηγὸς δάκρυον, ὅμοιον λιβανωτῷ, τοῖς καυλοῖς καὶ ταῖς ῥίζαις προσπεπλασμένον. τοῦ δὲ ὀποῦ διαφέρει ὁ ἐν Σαρδονίᾳ καὶ Σαμοθρᾴκῃ γεννώμενος, βαρύοσμος, ἔγκιρρος, θερμαίνων τὴν γεῦσιν. ἁρμόζει δὲ σὺν ὄξει καὶ ῥοδίνῳ καταχριόμενος ληθαργικοῖς, φρενιτικοῖς, σκοτωματικοῖς, ἐπιλημπτικοῖς, κεφαλαλγοῦσι χρονίως, παραλυτικοῖς, ἰσχιαδικοῖς, σπωμένοις καὶ καθόλου τοῖς περὶ νεῦρα πάθεσι συγχριόμενος μετ᾽ ἐλαίου καὶ ὄξους. {3} ἔστι δὲ καὶ ὀσφραντὸς πνιγὸς ὑστερικῆς καὶ τῶν καταφερομένων ἀνακλητικός. διώκει δὲ θηρία θυμιώμενος· ἁρμόζει δὲ καὶ πρὸς ὠταλγίας ἐνσταζόμενος σὺν ῥοδίνῳ καὶ πρὸς ὀδονταλγίας [1]
fol. fol.
ἐντιθέμενος βρώμασι· ποιεῖ δὲ καὶ πρὸς βῆχας μετ᾽ ᾠοῦ λαμβανόμενος, δυσπνοίαις τε καὶ στρόφοις καὶ πνευματικαῖς διαθέσεσιν ἁρμόζει, κοιλίαν τε ἠπίως μαλάσσει καὶ σπλῆνα τήκει καὶ δυστοκίαις ἐξόχως ἀρήγει, πρός τε πόνους καὶ διατάσεις κύστεως καὶ νεφρῶν πινόμενος ποιεῖ· {4} ἀναστομοῖ δὲ καὶ ὑστέραν. χρησίμη δὲ καὶ ἡ ῥίζα πρὸς τὰ αὐτὰ ἔλασσον ἐνεργοῦσα· πίνεται δὲ αὐτῆς τὸ ἀφέψημα· καθαίρει δὲ λεία ξηρὰ τὰ ῥυπαρὰ ἕλκη καὶ λεπίδας ἀπ᾽ ὀστέων ἀφίστησι καὶ ἀπουλοῖ τὰ παλαιά· μείγνυται δὲ καὶ κηρώμασι καὶ μαλάγμασι θερμαντικοῖς. ἐκλέγου δὲ τὴν πρόσφατον, ἄβρωτον, στερεάν, πλήρη ὀσμῆς. λύεται δὲ ὁ ὀπὸς εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἀνήθῳ ἢ ἄρτῳ θερμῷ.